Ancient Greek
SB 1 4416
Documentary Papyri, SB 1 4416
Not analysed yet
Θεοδώρωι στρατηγῶι Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Πτολεμαίου Σωκράτους καὶ Ἁρπάλου Ἀσκλᾶ καὶ τῶν λοιπῶν ἐπιτηρητῶν γενηματογραφουμένων ὑπαρχόντων διοικήσεως κώμης Καρανίδος. ἐνεστώσης ἡμῖν ἀμφισβητήσεως πρὸς Ἡρακλῆν καὶ Ἡρώδην βοηθοὺς ἐπισκεπτῶν ἐλαικῶν καρπῶν κ ἔτους περὶ ὧν παρέγραψαν ὑπαρχόντῶν ἐν τῇ ἐπιτηρήσει παρὰ τὴν οὖσαν αὐτῶν διάθεσινκαὶ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σεμπρωνίου Λιβερᾶλις τὰ ἄφορα διὰ τὴν γενομένην λιψυδρείανἐκ τοῦ πλείστου ἀναξηράναντα, ἃ ἐν φορίμοις ἀναγραψάμενοι, καὶ περὶ ὧν παρὰ ἑτέρων ἐπικρατούντων ἐνίων ὑπαρχόντων τῆς αὐτῆς ἐπιτηρήσεως μᾶλλον φορίμων ὄντων ἀργυρισάμενοι ἐν ἀφόροις διέστειλαν καὶ τῶν κατʼ αὐτοὺς δεομένων ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος . διὰ τοῦτο ἀξιοῦμεν τούτου τὸ ἴσον διʼ ἑνὸς τῶν περί σε ὑπηρετῶν μεταδοθῆναι αὐτοῖς, ἵνʼ ἔχοντες ἔνγραπτον παραγγελίαν παραγένωνται εἰς τὸ ἱερώτατον αὐτοῦ βῆμα, ὅπου ἐὰν τὸν τοῦ νομοῦ διαλογισμὸν ἢ δικαιοδοσίαν ποιήσηται, ἀρκουμένων ἡμῶν τῇδε τῇ διαστολῇ. ο͂…