Ancient Greek
SB 1 4435
Documentary Papyri, SB 1 4435
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίου Ἀσήσεως Σερήνου ἀπὸ κώμης Θεαδελφίας. καὶ ἀεὶ μὲν τοῖς θεοῖς θύων διατετέλεκα καὶ νῦν ἐπὶ παροῦσιν ὑμῖν κατὰ τὰ προσταχθέντα ἔσπεισα καὶ ἔθυσα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαί μοι. διευτυχεῖτε. Ἀσῆσις ὡς ἐτῶν λβ ἐπισινής. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμέν σε θύοντα. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κουίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι ιη.