Ancient Greek
SB 1 4436
Documentary Papyri, SB 1 4436
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίας Ἀμμωναρίου ἀπὸ κώμης Θεαδελφείας. καὶ ἀεὶ μὲν θύουσα καὶ εὐσεβοῦσα τοῖς θεοῖς σὺν τοῖς τέκνοις Αὐρηλίοις Διδύμῳ καὶ Νουφίῳ καὶ Ταᾶτι διατετελέκαμεν καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἐσπείσαμεν καὶ ἐθύσαμεν καὶ τῶν ἱερείων ἐγευσάμεθα καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαί μοι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμεν ὑμᾶς θυσιάζοντες. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κουίντου Τραϊανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι κ.