Ancient Greek
sb 1 4489
Documentary Papyri, SB 1 4489
Not analysed yet
……παρέλθωμεν ἢ διακωλύσωμεν τὸν βουλόμενον αὐτὰς ἐργάσασθαι …εν ἐζήτησεν τὴν παροῦσαν κομίσασθαι παρʼ ἡμῶν ἀσφάλειαν. ὁμολογοῦμεν οὖν ἐξ ἀλληλεγγύης ἑκουσίᾳ γνώμῃ μήτε ἡμᾶς παρελθεῖν μήτε τοὺς παρʼ ἡμῖν …ἐντεῦθεν μήτε μὴν διακωλῦσαι ὅν γε βούλει κατὰ τὰς αὐτὰς ἀρούρας ἐργάσασθαι, ἀλλὰ καὶ κηρύξαι ἡμᾶς ἐν πάσῃ …τὸν βουλόμενον αὐτὰς ἐργάσασθαι οὐ διακωλύσωμεν ὑποστειλάμενοι ἢ κρύψαντές τι ἐκ τῶν αὐτῶν ἀρουρῶν …Παπνούθιον τὸν καὶ Παγσουαν ?. εἰ δὲ παρέλθωμεν ἢ διακωλύσωμέν τινα γεωργῆσαι αὐτάς, ἐπὶ τῷ ἡμᾶς δώσειν λόγῳ προστίμου χρυσίου νομισμάτια τέσσαρα, χρυσίου νομισμάτια δ ὡς νομιτεύεται, εἰ δὲ κρύψωμεν ὑποστειλάμενοί τι ἐκ τῶν αὐτῶν ἀρουρῶν, δώσειν λόγῳ προστίμου χρυσίου νομίσματα εἴκοσι, χρυσίου νομίσματα κ ὡς νομιτεύεται, ὑπόκειται δὲ εἰς τοῦτο πάντα ἡμῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. …πρεσβύτερος υἱὸς Θέωνος καὶ Παπνούθιος ὁ καὶ Παγσουας υἱὸς …στοιχεῖ ἡμῖν πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. Αὐρήλιος Μᾶρκος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. …ονώφιος πρεσβύτερος ἁγίας καθολικῆς ἐκκλησίας υἱὸς Ἀμάρωνος μαρτυρῶ. di emu Hlia esemioth, δι ἐμοῦ Ἠλία .