Ancient Greek
SB 1 4490
Documentary Papyri, SB 1 4490
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν, τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων, Τῦβι κδ, ιδ ἰνδικτίονος, ἐν Ἀρσινοιτῶν πόλει. Φλαουίῳ Ἀθανασίῳ τῷ λογιωτάτῳ ἐκδίκῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως Θεόδωρος παραμονάριος πρεσβύτερος υἱὸς τοῦ μακαρίου Συμεωνίου, ἀπὸ τῆς αὐτῆς πόλεως, ἀπὸ ἀμφόδου Θεραπείης χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ μεμισθωκέναι ἐμαυτὸν τῇ ὑμετέρᾳ λογιότητι ἐκτελοῦντα πρὸς αὐτὴν πάντα τὰ κελευόμενά μοι παρʼ αὐτῆς ἔργα ἐν τε τῇ πόλει καὶ κατʼ ἀγροὺς δεόντως καὶ ἀκαταγνώστως καὶ ἀκαταφρονήτως καὶ ἀγογγύστως ἐπὶ ἐνιαυτὸν ἕνα ἀριθμούμενον ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Τῦβι τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος καὶ δέξασθαί με παρʼ αὐτῆς λόγῳ μισθοῦ ἐμοῦ εἰς τὸν αὐτὸν ἕνα ἐνιαυτὸν σίτου ἀρτάβας ἐννέα καὶ χρυσίου νομισμάτιον ἓν ἀρίθμιον ἔχον κεράτια εἴκοσι τρία ,ἐκ δὲ τοῦ αὐτοῦ μισθοῦ, ἐδεξάμην παρʼ αὐτῆς ἐντεῦθεν ἤδη τὸ εἰρημένον ἓν νομισμάτιον, λαβεῖν δʼ ἐμὲ καὶ τὰς ἐξ ἔθους συνηθείας τῶν τε τρυγῶν καὶ ἑορτῶν καί, ἐὰν πρὸ τῆς τοῦ ἐνιαυτοῦ συμπληρώσεως ζητήσω ἀναχωρῆσαι ἐκ τῆς παραμονῆς, ὥστε με ἀναδοῦναι ὑμῖν εἴ τι ἔσχον παρʼ αὐτῆς ὑπὲρ μισθοῦ καὶ ἄμισθόν με ἀναχωρῆσαι. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Θεόδωρος παραμονάριος υἱὸς τοῦ μακαρίου Συμεωνίου ὁ προκείμενος στοιχεῖ μοι ἡ μίσθωσις ὡς πρόκειται. di emu Iustu esemiothe. διʼ ἐμοῦ Ἰούστου νοταρίου. μίσθωσις γενομένη ὑπὸ Θεοδώρου παραμοναρίου υἱοῦ Συμεωνίου εἰς Φλάουιον Ἀθανάσιον τὸν λογιώτατον ἔκδικον .