Ancient Greek
SB 1 4496
Documentary Papyri, SB 1 4496
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου, ἔτους ια, Τῦβι κα, ια ἰνδικτίονος, ἐν Ἀρσινοιτῶν πόλει. Αὐρήλιος Ἰωάννης υἱὸς Ἀνοὺπ ἀπὸ κώμης Μητροδώρων τοῦ Ἀρσινοΐτου νομοῦ Αὐρηλίῳ Κυρικῷ υἱῷ Φοιβάμμωνος ὀνηλάτῃ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ὁμολογῶ καὶ νῦν ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν μου χρείαν χρυσίου νομισμάτιον ἓν παρὰ κεράτια ἑπτὰ ἥμισυ τέταρτον, χρυσίου νομισμάτιον α παρὰ ζ 𐅵δ, κεφαλαίου ὂν παρʼ ἐμοὶ εἰς τιμὴν χόρτου ξηροῦ κωμητικοῦ πρωτοκόπου εὐαρέστου τῇ φαινομένῃ τιμῇ καὶ λόγῳ τόκου αὐτοῦ μανδάκα δύο, μανδάκα β, ἅπερ σοι παρασχῶ τῷ καιρῷ ἐν τῇ κώμῃ ἀπὸ καρπῶν τῆς εἰσιούσης δωδεκάτης ἰνδικτίονος ἐξ ὑπαρχόντων πάντων, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰωάννης υἱὸς Ἀνοὺπ ὁ προκείμενος στοιχεῖ ἡμᾶς πάντα ὡς προγέγραπται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰωάννου υἱοῦ Ἀνοὺπ χρυσίου νομισμάτιον α παρὰ ζ 𐅵δ εἰς τιμὴν χόρτου.