Ancient Greek
SB 1 4497
Documentary Papyri, SB 1 4497
Not analysed yet
βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ϛ, Θὼθ ια, ε ἰνδικτίονος, ἐν Ἀρσινοιτῶν πόλει. Αὐρήλιος Φοιβάμμων υἱὸς Ἠλία ἀπὸ ἐποικίου Ἀλωλὼ ἐπὶ Ἀρσινοίτου νομοῦ Αὐρηλίῳ Σερήνῳ υἱῷ Νααραὺ ὀνηλάτῃ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν μου χρείαν χρυσίου νομισμάτιον ἓν ὡς νομιτεύεται, χρυσίου νομισμάτιον α ὡς νομιτεύεται κεφαλαίου, ὂν παρʼ ἐμοὶ εἰς τιμὴν χόρτου ξηροῦ κωμητικοῦ πρωτοκόπου εὐαρέστου τῇ φαινομένῃ τιμῇ, ἅπερ ὑμῖν παρασχῶ ἐπὶ τῇ κώμῃ τῷ Φαρμοῦθι μηνὶ ἐκ τῶν καρπῶν. …Φοιβάμμωνος υἱοῦ Ἠλία χρυσίου νομισματίου α ἔχοντος κεράτια κα Αὐρηλίῳ Σερήνῳ …