Ancient Greek
SB 1 4498
Documentary Papyri, SB 1 4498
Not analysed yet
…αἰωνίου Αὐγούστου Ἁθὺρ θ, ιγ ἰνδικτίονος, ἐν Ἀρσινοιτῶν πόλει. Αὐρήλιος Ἀλόντιος υἱὸς Παπνουθίου ἀπὸ ἐποικίου Κιαράτου τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίῳ Θεοδώρῳ γραμματεῖ τῷ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ὁμολογῶ καὶ νῦν ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν μου χρείαν χρυσίου νομισμάτιον ἓν παρὰ κεράτια ἑπτὰ ἥμισυ τέταρτον, χρυσίου νομισμάτιον α παρὰ κεράτια ζ 𐅵δ κεφαλαίου, ἐπὶ τῷ με χορηγῆσαί σοι λόγῳ τόκου αὐτοῦ ἐνιαυσίως ἀπὸ τοῦ παρόντος μηνὸς Ἁθὺρ τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίονος κέρματος μυριάδας ἑπτακοσίας πεντήκοντα, κέρματος δηναρίων μυριάδας ψν . ἄχρι ἀποδόσεως τοῦ χρέους, τὴν δὲ τούτου ἀπόδοσίν σοι ποιήσομαι, ὁπόταν βουληθείης, ἀνυπερθέτως, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀλόντιος υἱὸς Παπνουθίου ὁ προκείμενος συμφωνῶ τὸ γράμμα ὡς πρόκειται. Αὐρήλιος Ἠλίας Παύλου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος. di emu Ioannu …