Ancient Greek
SB 1 4512 a
Documentary Papyri, SB 1 4512a
Not analysed yet
ἔτους ιθ, Χοιὰχ ε. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Τεῶς, βασιλεῖ εἰς τὸν ἴδιον λόγον κατὰ τὴν παρὰ Πρωτάρχου τοῦ ἐπὶ τῶν κατὰ τὴν Θηβαίδα διαγραφὴν τὴν γραφεῖσαν ἔτους ιε, Φαῶφι κθ, ὑφʼ ἣν ὑπογράφει Ἁρενδώτης ὁ βασιλικὸς γραμματεὺς τῆς Θηβαίδος, Προῖτος Σωσικράτους τιμὴν γῆς ἠπείρου, ἧς διασαφεῖ Ἁρενδώτης ὁ βασιλικὸς γραμματεὺς ἀνειλῆφθαι εἰς τὸ βασιλικόν, οὖσαν δὲ πρότερον Μύρωνος, ἐν Παθύρει ἀρουρῶν λε ἀνὰ δ 𐅷τῶν προτεθέντων εἰς πρᾶσιν καὶ προκηρυχθέντων ἐν Διὸς πόλει τῆι μεγάληι ἔτους ιε Φαῶφι ἀπὸ α ἕως ϛ, κυρωθέντων δὲ τῆι ζ συμπαρόντων ἐπί τε τῆς προκηρύξεως καὶ κυρώσεως Πτολεμαίου διαδόχου τοῦ πρὸς τῆι στρατηγίαι, Μεγασθένους φρουράρχου, Ἁρενδώτου βασιλικοῦ γραμματέως τῆς Θηβαίδος, Λυσιμάχου σιτολόγου καὶ τραπεζίτου τῆς Θηβαίδος, Πτολεμαίου οἰκονόμου, Ὥρου καὶ Ψεναμούνιος τοπογραμματέων, Ἰμούθου κωμογραμματέως Διὸς πόλεως καὶ ἄλλων πλειόνων, διὰ κήρυκος Ἀρχελάου τῶν στρατοκηρύκων τοῦ εὑρίσκοντος χαλκοῦ πρὸς ἀργύριον δραχμὰς Β, ἐφʼ ὧι κυριεύσει τῆς γενηματογραφουμένης γῆς, καθὰ καὶ οἱ ἀρχαῖοι κύριοι ἐκέκτηντο, εὐτακτῶν εἰς τὸ βασιλικὸν τὰ ἐπιγεγραμμένα ἐκφόρια καὶ εἰς τὰ ἱερὰ τελῶν τὰ πρότερον διδόμενα μέχρι τοῦ αϛ ἔτους. τῆς δὲ τιμῆς τάξεται τῶι κ ἔτει καὶ τῶι κα ἔτει δραχμὰς ρλγγ γ, τὰς λοιπὰς καὶ τέτακται νυνὶ χαλκοῦ πρὸς ἀργύριον δραχμὰς ἑξακοσίας ἑξήκοντα ἓξ 𐅷καὶ τὴν εἰκοστὴν τοῦ ἐγκυκλίου καὶ τὰ ἄλλα τὰ καθήκοντα. …ται Προῖτος, καθʼ ὅτι πρόκειται …ἑξήκοντα ἓξ τετρωβόλου καὶ τῆς ……τοπογραμματέως τοῦ Παθυρίτου …ἀρουρῶν λε ἐν Παθύρει το… ἔτους κ, …τέτακται Προῖτος Σωσικράτους …ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονυσόδωρος, τιμῆς γῆς ἠπείρου ὡς πρόκειται τὴν τοῦ κ ἔτους β ἀναφορὰν χαλκοῦ δραχμῶν ἑξακοσίων ἑξήκοντα ἓξ τετρωβόλου, γίνονται δραχμαὶ χξϛ τετρώβολον Διονυσόδωρος τραπεζίτης. ἔτους κα, …τέτακται Προῖτος Σωσικράτους …ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονυσόδωρος, τιμῆς γῆς ἠπείρου ὡς πρόκειται τὴν τοῦ κα ἔτους ὡ ἀναφορὰν χαλκοῦ δραχμῶν …