Ancient Greek
SB 1 4512 b
Documentary Papyri, SB 1 4512b
Not analysed yet
στάσεως γεγενημένης ἐν Διὸς πόλει τῆι μεγάληι χρηματισθείσης τῆι δ τοῦ Θὼυθ τοῦ λζ ἔτους ἐπὶ τῶν συνακολουθούντων Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι καὶ στρατηγῶι τῆς Θηβαίδος ἡγεμόνων. …καταστάντος Θορταίου τοῦ Καλῆτος, ὃς ἦν καὶ ὑπὸ Σενενούπιος τῆς γυναικὸς αὐτοῦ συνεσταμένος …πρὸς Πατοῦν Ψεμμώνθου καὶ τὸν τούτου υἱὸν Νεβχούνιον, τῶν δʼ ἄλλων ἐνκεκλημένων ὑπʼ αὐτῶν μὴ ὑπακουσάντων ἀνεγνώσθη τὸ δοθὲν παρὰ τῶν περὶ Θορταῖον ὑπόμνημα, οὗ ἐστὶν τὸ ἀντίγραφον. Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι καὶ στρατηγῶι τῆς Θηβαίδος παρὰ Θορταίου τοῦ Καμῆτος καὶ Σενενούπιος τῆς γυναικὸς τῶν ἐκ Παθύρεως. ἀδικούμεθα ὑπὸ Πατοῦτος τοῦ Ψεμμώνθου καὶ τῶν υἱῶν αὐτοῦ Νεβχούνιος καὶ Ὀρσέους καὶ Πατσετοῦτος καὶ τῆς τούτου γυναικὸς Καλίβιος τῶν ἐκ τῆς αὐτῆς πόλεως. …ων τοῦ δεσπόζειν τῶν ὑπαρχουσῶν ἡμῖν ἐν μιᾶι σφραγῖδι ἀρουρῶν λε, καὶ ἐν ἄλληι σφραγῖδι ἄλλων ἀρουρῶν ι, πασῶν περὶ Παθῦριν, ἐπέδωκαν ὑπόμνημα …τῷ τοτε στρατηγῶι κατά τε ἡμῶν καὶ τοῦ τῆς Σενενούπιος …Θράσωνος. τούτων ἀδίκως ἐνποιούμενοι και …ο εἰς τὸν Θράσωνα …ιθεσθαι γραπτὸν ὅρκον …ς ὑπαρχ… αὐτῶι κατὰ τῶν ι ἀρουρῶν πρόκτησιν …ένου αὐτὸν ἐν συνεδρίωι καὶ συγχώρησιν …ειν, ἐν ἧι οὐκ εὐδοκεῖ ὁ πατήρ. ὅθεν καταβεβραβευμένοι …ήρου συνεριου ἀξιοῦμεν, ἐὰν φαίνηται, συντάξαι γράψαι, οἷς καθήκει ἐξαποστεῖλαι αὐτοὺς ἐπί σε, ἵνʼ, καθὼς ἂν δόξηι σοι, τύχωμεν τῶν δικαίων. εὐτύχει. ἀναγνωσθέντος καὶ δικαιολογηθέντων αὐτῶν ἔπεισεν ὁ Θορταῖος προσενεγκάμενος τὴν τῆς γυναικὸς αὐτοῦ μητέρα Ταμενῶτα συνεωνημένην ἀρούρας δέκα παρʼ Ἑρμοκράτου τοῦ Ἀπολλωνίου ἐν τῶι κ ἔτει Ἐπείφ, τὰς δὲ λοιπὰς ἀρούρας λε παρὰ τοῦ Προίτου ἐν τῶι κα ἔτει Φαρμοῦθι ἐωνημένου τὰςἀρούραςλεἐκ βασιλικοῦ κατὰ διαγραφὴν ἐν τῶι ιθ ἔτει, παρέκειτο τὴν δηλουμένην διαγραφὴν καὶ τῶν καταγραφῶν τὰ ἀντίγραφα. οἱ δὲ περὶ τὸν Πατοῦν τῶν μὲν ι ἀρουρῶν ἐξίσταντο, ἀντεποιοῦντο δὲ τῶν λε ἀρουρῶν κατὰ τὸ ἥμισυ προφερόμενοι λε…φ…ι εἶναι τῆς Ταοῦτος, καὶ τὸν ἑαυτῶν πατέρα Πανᾶν ὠνησάμενον αὐτὸν ἐκ βασιλικοῦ τὴν διαγραφὴν εἰς τὸν Προῖτον κατακεχωρικέναι. ὡς δʼ ἦν τούτου ἀληθῶς, οὐδαμῶς συνίστων, ἡ δὲ σημαινομένη ἐπὶ τοῦ Ἀλεξικράτου συνχώρησις ἐφαίνετο παρὰ τόδε ἀνεπιτετελεσμένη ἐκ τοῦ μηδὲ τὸν δεσπόζοντα τῶν κτήσεων Θράσωνα ἐπιδεδωκέναι αὐτήν. παρεστάθησαν Βοήθωι, καὶ ἑκάστων αὐτῶι ὑποδεδειχθέντων συνέταξεν κρατεῖν τὴν Σενενοῦπιν τῶν μητρικῶν ἀκολούθως αἷς ἔχει κτήσεσιν.