Ancient Greek
SB 1 4658
Documentary Papyri, SB 1 4658
Not analysed yet
…ἰνδικτίονος ἐπʼ Ἀρσινοιτῶν πόλει. τῷ ἁγιωτάτῳ πρεσβυτέρῳ καὶ γραμματεῖ καὶ ἐπιστάτῃ τῆς Ἀρσινοιτῶν πόλεως Αὐρήλιος υἱὸς Καινοῦ καὶ Δαμιανὸς υἱὸς Ἀβρααμίου καὶ Μηνᾶς υἱὸς Νείλου καὶ Ἀπολλῶς υἱὸς Ἀμαίου ἀπὸ κώμης Φιλοξένου τοῦ Ἀρσινοΐτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρὰ τῇ ὑμετέρᾳ ἁγιωσύνῃ Αὐρήλιον Ἄμμωνα υἱὸν Ἀσαγῶνος ἀπὸ τῆς αὐτῆς κώμης, ὃν καὶ ἐγγυούμεθα ἑτοίμως ἡμᾶς ἔχειν παρασκευάσαι αὐτὸν φιλιοθῆναι τῇ αὐτοῦ γαμετῇ Μαρίᾳ καὶ θάλπειν αὐτὴν ὡς ἄξιόν ἐστιν τῶν ἐλευθέρων γυναικῶν ἀπεντεῦθεν καὶ ἐμφανής. εἰ δὲ μὴ τοῦτο ποιήσομεν, ἀνάγκην ἡμᾶς εἶναι παραγαγεῖν αὐτὸν καὶ παραδοῦναι ἐν τῷ ὑμετέρῳ ηλατηρῳ ὅθεν καὶ ἡμεῖς τοῦτον παρειλήφαμεν. εἰ δὲ μὴ τοῦτον παραδώσωμεν, ὡς εἴρηται, ἐπιζητούμενον, ἐπιχρεωστοῦμεν τὰς ἀπολογίας ὑπὲρ αὐτοῦ ποιήσασθαι αὐτῇ περὶ πάντων τῶν ἐπιζητουμένων πρὸς ἡμᾶς παρʼ αὐτῆς ὅσα αὐτοῦ. κυρία ἡ ἐγγύη καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἰωάννης υἱὸς τοῦ μακαρίου Καλοῦ μαρτυρῶ τῇδε τῇ ἐγγύῃ, ὡς πρόκειται. Γεώργιος γραμματεὺς υἱὸς Μηνᾶ μαρτυρῶ τῇδε τῇ ἐγγύῃ, ὡς πρόκειται. di emu Callinicu . διʼ ἐμοῦ Καλλινίκου .