Ancient Greek
SB 1 4659
Documentary Papyri, SB 1 4659
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων, ἔτους Διοκλητιανοῦ …ἰνδικτίονος, ἐν Ἀρσινοιτῶν πόλει. Φλαουίᾳ Μαροῦδι τῇ ἐνδοξοτάτῃ …θυγατρὶ τοῦ τῆς ἐνδόξου μνήμης Μηνᾶ γενομένου παγάρχου …ταύτης τῆς Ἀρσινοιτῶν πόλεως …Ποῦσις μυλοκόπος υἱὸς …ἀπὸ τῆς αὐτῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Ταμίων χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι …καὶ ἀναδεδέχθαι παρὰ τῇ ὑμετέρᾳ ἐνδοξότητι Αὐρήλιον Βίκτωρα ταλογ… ἀπὸ τῆσδε τῆς πόλεως ὥστε …ἀπελθεῖν καὶ ἀναζητῆσαι …μεθλι την …εγ…κν… αὐτὸν ἕως νεομηνίας τοῦ εἰσιόντος μηνὸς τέλει τῆς παρούσης ἑνδεκάτης ἰνδικτίονος. εἰ δὲ ἕως τῆς προθεσμίας μὴ τοῦτο ποιήσω …ὥστε μὲ παραδοῦναι ὑμῖν τοῦτον ἐν τῇ δημοσίᾳ φυλακῇ ὅθεν καὶ παρέλαβον. εἰ δὲ μὴ τοῦτον παραδώσω …δοῦναι ὑμῖν ἐπιχρεωστουμ …. κυρία ἡ ἐγγύη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Καλὸς Δαμιανοῦ μαρτυρῶ τῇδε τῇ ἐγγύῃ, ὡς πρόκειται. Σέργιος υἱὸς τοῦ μακαρίου Ἰούστου μαρτυρῶ τῇδε τῇ ἐγγύῃ, ὡς πρόκειται. χμγ. δι εμυ μενα …ἐγγύη Βίκτορος γενομένη ὑπὸ Ποῦσι μυλοκόπου ἐς Φλαουίαν Μαροῦν τὴν ἐνδοξοτάτην.