Ancient Greek
5114.35 to 5114.60
Documentary Papyri, SB 1 5114.35-60
Not analysed yet
διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου. τὸν δὲ ἐπελευσόμενον ἢ ἀντιποιησόμενον παραχρῆμα ἐγὼ ὁ πεπρακὼς …ἢ καὶ πάντας τοὺς μετʼ ἐμοῦ οἰκονομησάντων ἐκστήσω καὶ ἐκδικήσω καὶ ἀποσοβήσω καὶ καθαροποιήσω ταύτην τὴν πρᾶσιν ἰδίοις μου ἀναλώμασι καὶ κινδύνῳ κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως νόμον. εἰ δὲ ἀσθενήσοιμι περὶ τὴν ἐκδίκησιν καὶ καθαροποίησιν ταύτης τῆς πράσεως, ἑτοίμως ἔχω παρασχεῖν σοι τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ, καὶ εἴ τι δʼ ἂν φανείης ἀναλώσας εἴς τε φιλοκαλίαν καὶ ἑτέραν ἐπιμέλειαν, καὶ αὐτὰ ἐν διπλῇ ποσότητι, μετὰ καὶ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐμφερομένων τῇ παρούσῃ πράσει, ἀλλʼ ἐφʼ ᾧ αὐτὴν καὶ πᾶν μέρος αὐτῆς κυρίαν εἶναι καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην καὶ ἐμφανιζομένην ἐν δημοσίῳ ἀρχείῳ γεγενημένην καὶ κατὰ νόμους τετελειωμένην, καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθεὶς ὡμολόγησα . Πιστῶϊς υἱὸς Μηνᾶ ἐλάχιστος διάκονος καὶ προεστὼς τοῦ ἁγίου μοναστηρίου ἀββᾶ Κύρου ἀποπληροῦντος τὸ πρόσωπον τοῦ ἁγίου μοναστηρίου καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα, ὡς πρόκειται …γράψας χειρὶ ἐμῇ ἀπέλυσα . Ἡρακλείδης …μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκουσας παρὰ τοῦ θεμένου . …υἱὸς Μαρτυρίου ἐλάχιστος πρεσβύτερος μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκούσας παρὰ τοῦ θεμένου . Ὀράμπς Ἰωσηφίου ἐλάχιτος διάκονος τοῦ αὐτοῦ μοναστηρίου ἀκούσας παρὰ τοῦ θεμένου . Διο… μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκούσας παρὰ τοῦ θεμένου . Διο… μαρτυρῶ τῆ πράσει ἀκούσας παρὰ τοῦ θεμένου. Φλάουιος Κλ…ος πα… μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκούσας παρὰ τοῦ θεμένου . διʼ ἐμοῦ Κυρίλλου διακόνου καὶ συναλλαγματογράφου ἐγένετο . Φλάουιος Παπνοῦθις υἱὸς Βίκτορος ἐκ μητρὸς Σοφίας …σα πράσει πάντα τὰ ἐγγεγραμμένα, ὡς πρόκειται.