Ancient Greek
SB 1 5115
Documentary Papyri, SB 1 5115
Not analysed yet
ἔτους λϛ, Παῦνι κα τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Ἑρμίας, εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρὰ Σαραπίωνος καὶ τῶν μετόχων τῶν πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἀμμώνιος ὁ ἀντιγραφεύς, Τοτοῆς Πελαίου ὠνῆς ψιλοῦ τόπου ὡσεὶ πήχεως α ἐν τῶι ἀπὸ νότου μέρει Παθύρεως, ὧν αἱ γειτνίαι πρόκεινται διὰ τῆς προκειμένης συγγραφῆς, ὃν ἐώνητο παρὰ Πελαίου τοῦ Φίβιος χαλκοῦ δραχμῶν Α, τέλος οὗ ἀλλαγὴ πεντήκοντα, γίνονται ν. Ἑρμίας τραπεζίτης.