Ancient Greek
SB 1 5116
Documentary Papyri, SB 1 5116
Not analysed yet
ἔτους ϛ, Παχὼν κθ. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν, ἐφʼ ἧς Ἀπολλώνιος, δεκάτην ἐγκυκλίου κατὰ διαγραφὴν Πανίσκου τοῦ πρὸς τῆι ὠνῆι, ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεύς, Φμόις Φεντενμοῦτος γῆς ἠπείρου σιτοφόρου μέρους εἰκοστοῦ ἐν τῶι ἀπὸ βορρᾶ πεδίωι Παθύρεως, ἧς οἱ γείτονες δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς, ἃς ἠγόρασεν παρὰ Ὥρου τοῦ Θοτορταίου χαλκοῦ ταλάντων ε, τέλος Γ. Ἀπολλώνιος τραπεζίτης.