Ancient Greek
SB 1 5216
Documentary Papyri, SB 1 5216
Not analysed yet
Ἀθηναγόρας ὁ ἀρχιατρὸς τοῖς ἱερεῦσι τῶν ἐν τῶι Λαβυρίνθωι στολιστῶν καὶ τοῖς στολισταῖς χαίρειν. ἐπεὶ Ἡρακλείδης ὁ παρʼ ἐμοῦ ἐπὶ τῶν τόπων τετελεύτηκεν καὶ ἔστιν ἐν ταῖς παρʼ ὑμῖν νεκρίαις, τούτου δὲ χάριν πέπομφα Νικίαν καὶ Κρόκον, καλῶς ποιήσετε προέμενοι τὸ σωμάτιον μηθὲν πράξαντες καὶ συνκαταστήσατε αὐτοῖς ἕως Πτολεμαΐδος, γέγραφαν δὲ ὑμῖν καὶ οἱ ἀπʼ Ἀλεξανδρείας στολισταὶ περὶ αὐτοῦ. ἐπιμέλεσθε δὲ ἑαυτῶν, ἵνʼ ὑγιαίνητε. ἔρρωσθε. ἔτους ιδ, Ἁθὺρ κε. τοῖς ἱερεῦσι τῶν στολιστῶν καὶ τοῖς στολισταῖς.