Ancient Greek
SB 1 5217
Documentary Papyri, SB 1 5217
Not analysed yet
ἐκ τόμου ἐπικρίσεων Μάρκου Πετρωνίου Ὁνωράτου ἐπάρχου Αἰγύπτου, οὗ προγραφή. οἱ ὑπογεγραμμένοι Ῥωμαῖοι καὶ ἀπελεύθεροι καὶ δοῦλοι ἐπεκρίθησαν ἐξ ἐνκελεύσεως Μάρκου Πετρωνίου Ὁναράτου ἐπάρχου Αἰγύπτου διὰ Μαγίου Σαβείνου χιλιάρχου λεγεῶνος δευτέρας Τραιανῆς Ἰσχυρᾶς ἀπὸ Μεχεὶρ θ ἕως …τοῦ αὐτοῦ μηνὸς τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς. ἃ δὲ παρέθεντο δικαιώματα τῷ προγεγραμμένῳ Μαγίῳ Σαβείνῳ ἑκάστῳ ὀνόματι παράκειται. μεθʼ ἕτερα· σελίδων ιγ, Πηλουσίου Γάϊος Ἰούλιος Σπουρίου υἱὸς Διογένης, ἐτῶν, ἐπήνεγκεν ἡ τοῦ παιδὸς μήτηρ Πρειμίλλα κύριον ἐπιγραψαμένη Γάϊον Σεμπρώνιον Ἀπελλᾶν ἐπίκρισιν ἐπὶ τοῦ ἑβδόμου ἔτους θεοῦ Τραιανοῦ γενομένην ὑπὸ Οὐιβίου Μαξίμου τοῦ ἡγεμονεύσαντος, καθʼ ἣν ὁ πάτρων αὐτῆς Γάϊος Ἰούλιος Διογένης ἐπεκρίθη, καὶ ἑαυτῆς τάβελλαν ἐλευθερώσεως ἐπὶ τοῦ δωδεκάτου ἔτους θεοῦ Ἁδριανοῦ καὶ τοῦ ἐπικρινομένου δέλτον μαρτυροποιήσεως ἐπὶ σφραγίδων ἐπὶ τοῦ αὐτοῦ ἔτους, διʼ ἧς ἡ Πρειμίλλα χρηματίσασα Ἰουλία Πρειμίλλα ἐμαρτυροποιεῖτο εἶναι αὐτῆς τέκνα δίδυμα τόν τε Γάϊον Ἰούλιον Σπουρίου υἱὸν Διογένην καὶ Ἰουλίαν Σπουρίου θυγατέρα Ἰσαιοῦν ἐκ μὴ νομίμων γάμων. ἔδωκεν ἡ Πρειμίλλα καὶ γνωστῆρας Λουκρήτιον Κρίσπον Πετρώνιον Οὐαλεριανὸν καὶ Ἰούλιον Ἀντωνεῖνον συνχειρογραφοῦντας αὐτῇ μὴ δέλτοις ἀλλοτρίοις κεχρῆσθαι καὶ τῆς Μαγίου Σαβείνου χιλιάρχου σημειώσεως ἐπὶ τοῦ προκειμένου ὀνόματος …Γαίου Ἰουλίου Σπουρίου υἱοῦ Διογένους. εἴκοσι