Ancient Greek
SB 1 5218
Documentary Papyri, SB 1 5218
Not analysed yet
Ἰούλιος Ἀσκλᾶς ἱππεὺς εἴλης Βουκοντίων τύρμης Κοντιλλιανῆς Ἰουλίῳ Ἀπολιναρίῳ ἰδίῳ ἀδελφῷ χαίρειν. ἐπιτροπεύειν μοι τῶν ἐμῶν παρὲξ τοῦ φοινικῶνος καὶ ἐξουσίαν ἔχων πάντων καὶ γράφεις μοι ἐπιστολὴν καὶ σὺ ὅτι τι ἔλαβας καθʼ ἐνιαυτόν, ἵνα ἀσφαλίσῃς αὐτά. Ἰούλιος Ἀσκλᾶς. ταῦτα παραλαμβάνεις ἀπὸ τῆς μητρός μου ἀπὸ τοῦ ιθ ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Τῦβι ια. ἐὰν μὴ θελήσῃς παραλαβεῖν αὐτά, γράψον μοι τὸ ἴσον τούτου.