Ancient Greek
SB 1 5233
Documentary Papyri, SB 1 5233
Not analysed yet
Σοκονοπαίου Νήσου. Ἐριγεῦς Σαταβοῦτος ἱερεὺς σεσήμανκε Νεστνῆφιν Τεσῆτος τῶν ἀπὸ τῆς αὐτῆς κώμης ἱερέα ἐνπεριειληφέναι τῆι αὑτοῦ οἰκίᾳ ψιλοὺς τόπους ἀδεσπότους, ἔτι δὲ καὶ ἀπενηνοχέναι ἐξ ἱεροῦ Ἡρακλέους πλίνθους. ἀπαιτείσθω ἐπίτιμον δραχμὰς σ συνιστῶντα τοὺς εἰσδόντας ἢ ἐκτίνοντα, ἐὰν δὲ συσταθῇ, εἰς τὸ ἀρχαῖον ἀποκατασταθήτω ὁ αὐτὸς ἐδήλωσεν ἔχειν ἐν τῇ κώμῃ ἐλαιουργεῖον, ἀπὸ μγ ἔτους μηδὲν τέλος εἰς καῦσιν λύχνων …