Ancient Greek
SB 1 5235
Documentary Papyri, SB 1 5235
Not analysed yet
Μαγίωι Μαξίμωι παρὰ Σαταβοῦτος τοῦ Ἐριέως τῶν ἀπὸ τῆς Σεκνεπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος ἱερέων. τῆι λ τοῦ Παχὼν τοῦ μγ ἔτους Καίσαρος Νεστνῆφις Τεσήους ἄλογον ἀηδίαν μοι στησάμενος μετὰ τῶν παρʼ αὐτοῦ ὕβρισέν με καὶ πλείους μοι πληγὰς ἐνέτεινεν ἐξέλασίν μοι νοησάμενος, ἔτι δὲ καὶ βιασάμενος ἐλθὼν μετὰ τῶν αὐτῶν καὶ ἑτέρων νυκτὸς λῃστρικῷ τρόπωι …ἐκ τοῦ ὑπάρχοντός μοι ἐν τῆι κώμηι μυλαίου ἐξετόπισεν ὅλμον, ὑπὲρ ὧν καὶ ἔγκλημα κατεχώρισα Διονυσοδώρωι. σοῦ οὖν καὶ διʼ ἐκθεμάτων ἀπαγορεύσαντος μίσγεσθαι τὰς τοιαύτας ὕβρεις καὶ πληγάς, ἀξιῶ δικαιοδοτηθῆναι, ὅπως ἐγὼ τυγχάνω ἀντειλημμένος, ὁ δʼ ἐγκαλούμενος πρὸς ἑτέρων ἐπίστασιν τύχηι ὧν προσήκει. εὐτύχει.