Ancient Greek
SB 1 5238
Documentary Papyri, SB 1 5238
Not analysed yet
Λοκρητίωι ἑκατοντάρχηι παρὰ Σαταβοῦτος τοῦ Ἐριέως νεωτέρου τῶν ἀπὸ κώμης Σοκονοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ὑπάρχει μοι ἐν τῆι Σοκονοπαίου Νήσωι οἰκία, ἥτις ἦν μύλαιον, ἐν ἧι ὅλμον αὐτὸς ἐπικρατῶ, ἔτι …λαι τοῖς περὶ ἐμὲ …ἀκολούθως τινί ποτε λόγῳ Νεσθνῆφις Τεσήους ἱερεὺς τῶν ἀπὸ τῆς αὐτῆς Νήσου ἐπιβαλὼν λῃστρικῷ τρόπῳ νυκτὶ τῆι φερούσηι εἰς τὴν α τοῦ Παῦνι τοῦ μγ ἔτους Καίσαρος ἐπὶ τὸν σημαινόμενον ὅλμον ἐλθὼν μετὰ πολυχειρίας ἀπηνέγκατο. ὧι καὶ ἐνεκάλεσα ἐπὶ Διοφάντου τοῦ διαδεχομένου Διονυσόδωρον τὸν στρατηγὸν Ἀρσινοίτου διʼ ὑπομνήματος, ἐφʼ οὗ καὶ δικαιολογηθέντων ἡμῶν κατεκρίθη ὁ ἐγκαλούμενος ἀποκαταστῆσαι τὸν ὅλμον. τούτου δὲ μὴ βουλομένου ἀποκαταστῆσαί μοι τοῦτον, ἀλλὰ καὶ πρὸς πάντα ὕβρεις εἴς με καὶ τοὺς παρʼ ἐμοῦ ὄντας οὐ δεούσας συντελουμένου οὐ μόνον, ἀλλὰ καὶ ἐν τῇ κώμῃ πληγὰς ἐπιφέρει μοι, οὐ δυνάμενος ὑποφέρειν τὰς αἰκίας ἀδικίας κινδυνεύων τὴν ἐμὴν οἰκίαν προλιπεῖν τυγχαν… …ἀξίαν …ἀναφόριον …