Ancient Greek
SB 1 5239
Documentary Papyri, SB 1 5239
Not analysed yet
ἀντίγραφον ἀπὸ ἀντιγράφου ἐπιστολῆς. Σέππιος Ῥοῦφος Ἀσκληπιάδῃ χαίρειν. οὗ ἐποιησάμην συνκρίματος ἐπʼ ὀνόματος Σαταβοῦτος τοῦ Ἐργέως εἰσδεδομένου ἐν διαλογισμῶι α ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ περὶ τοῦ προσειλῆφθαι τῆι ἑαυτοῦ οἰκίαι ψιλοὺς τόπους ἀδεσπότους τὸ ἀντίγραφόν σοι ὑποτέταχα, ἵνʼ εἰδὼς κατακολουθῇς τοῖς διʼ αὐτοῦ σημαινομένοις. αἰτησαμένωι Σαταβοῦτι χρόνον εἰς τὴν ἐπὶ τόπων ἀπόδειξιν ὑπερεθέμην εἰς διάκρισιν Λοκρητίου ἑκατοντάρχου καὶ τοῦ στρατηγοῦ καὶ βασιλικοῦ γραμματέως ὅπως ἐπὶ τοῦ διαλογισμοῦ …