Ancient Greek
5247.1.1 to 5247.1.20
Documentary Papyri, SB 1 5247.1.1-20
Not analysed yet
ἀντίγραφον συγγραφῆς Αἰγυπτίας ἔτους ζ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Ἐφείφι ιγ, ἐν ᾗ Ἶσις Ὥρου μητρὸς Θεναπαίτιος καὶ ἡ θυγάτηρ Ἐριεῦς Σαταβοῦτος μητρὸς Ἴσιτος αἱ δύο ὁμολογοῦσι πεπρακέναι Στοτοήτι Σαταβοῦτος μητρὸς Θαήσιος …ς πέπεικας ἡμᾶς ἀργυρίωι τιμῆι τοῦ ὑπάρχοντος ἡμῖν πέμπτου μέρους ἀπὸ μερῶν πέντε οἰκίας ἐστεγασμένης καὶ δεδμημένης δοκοῖς καὶ θύραις μονοστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς λίβα μέρους καὶ πέμπτου μέρους ψιλοῦ τόπου ἐν δυσὶ σφραγῖσι κοινῶν καὶ ἀδιαιρέτων καὶ τὰ συνκύροντα πάντα ἀπὸ νότου καὶ λιβὸς τῆς κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος πρὸς Μοίρι τῇ πρὸς Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ σὺν τοῖς συνεστῶσι μέτροις καὶ πηχισμοῖς καὶ συνεστῶσι θεμελίοις καὶ γειτνίαις καὶ τῇ οὔσῃ διαθέσει, ὧν γείτονες τῆς μὲν πρώτης σφραγῖδος, ἥ ἐστιν τὸ πέμπτον μέρος τῆς οἰκίας, νότου Πισάιτος καὶ τῶν ἀδελφῶν οἰκία καὶ τοῦ προγεγραμμένου Στοτοήτιος καὶ Ἐριέως νεωτέρου κοινὴ εἴσοδος καὶ ἔξοδος, βορρᾶ Θαυβάστιος οἰκία καὶ αὐλή, λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί, τῆς δὲ δευτέρας σφραγῖδος, ἥ ἐστιν πέμπτον μέρος ψιλοῦ τόπου, νότου καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί, βορρᾶ Καλατύτιος τοῦ Ὀννώφριος οἰκία ἐπικαλουμένη ἐλαιουργῖον, λιβὸς Ταάπιος οἰκία καὶ αὐλή, σὺν τοῖς συνεστῶσι μέτροις καὶ πηχισμοῖς καὶ συνεστῶσι θεμελίοις, καὶ ἀπέχομεν τὴν συνκεχωρημένην τιμὴν παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ μηδένα ἐπελεύσεσθαι …πρὸς μηδένα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας. ἐὰν δέ τις ἐπέλθῃ ἢ ἐνκαλέσῃ, ἀποστῆσαι τοῖς ἰδίοις ἀνηλώμασι καὶ ἀπὸ δημοσίων πάντων καὶ ἰδιωτικῶν καὶ παρέχειν πρὸς μηδένα ἄλλον ἐνκαλούμενα. ἀντίγραφον ὑπογραφῶν. Ἶσις Ὥρου μητρὸς Θεναπαίτιος καὶ ἡ θυγάτηρ Ἐριεῦς Σαταβοῦτος αἱ δύο ὁμολογοῦμεν πεπρακέναι Στοτοήτι Σαταβοῦτος μητρὸς Θαήσιος τὸν ὑπάρχοντα ἡμῖν πέμπτον μέρος οἰκίας μονοστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς λίβα μέρους καὶ πέμπτον μέρος ἄλλου ψιλοῦ τόπου ἐν δύσι σφραγῖσι κοινὸν καὶ ἀδιαίρετον καὶ τῶν συνκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος, ὧν γείτονες τῆς μὲν πρώτης σφραγῖδος νότου Πισάιτος καὶ τῶν ἀδελφῶν οἰκία καὶ Στοτοήτιος τοῦ προγεγραμμένου καὶ Ἐριέως νεωτέρου εἴσοδος καὶ ἔξοδος, βορρᾶ Θαυβάστιος οἰκία καὶ αὐλή, λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί, γείτονες τῆς ἄλλης σφραγῖδος, ἥ εἰσι ψιλοὶ τόποι, νότου καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί, βορρᾶ Καλατύτιος τοῦ Ὀννώφριος οἰκία ἐπικαλουμένη ἐλαιουργῖον, λιβὸς Ταάπιος οἰκία