Ancient Greek
5247.1.21 to 5247.2.36
Documentary Papyri, SB 1 5247.1.21-5247.2.36
Not analysed yet
καὶ αὐλή, καὶ ἀπέχομεν παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους, καὶ βεβαιώσομεν πάσηι βεβαιώσει ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ τὰ ἄλλα ποιήσομεν, καθότι προγέγραπται, καὶ ἐπιτέταχα τοῖς μάρτυσι γράφειν καὶ τῶι πρὸς τῶι γραφείῳ χαράξαντι ἀποδοῦναι. ἔγραψα ὑπὲρ αὐτῶν Ζωίλος Λεωνίδου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Στοτοῆτις Σαταβοῦτος μητρὸς Θαήσιος ἠγόρακα τὴν προκειμένην οἰκίαν καὶ τὰ συνκύροντα καὶ ψιλοὺς τόπους περιῳκοδομημένους, καθὼς πρόκειται. πρᾶσις καὶ ἀποστασίου πέμπτου μέρους οἰκίας καὶ συνκυρόντων καὶ αὐλῆς ἐκ τοῦ πρὸς λίβα μέρους καὶ πέμπτου μέρους ἄλλου ψιλοῦ τόπου περιῳκοδομημένου κοινοῦ καὶ ἀδιαιρέτου καὶ τὰ συνκύροντα πάντα ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου τοῦ Ἀρσινοείτου, ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ τῆς αὐλῆς καὶ ψιλοῦ τόπου, ὡς πρόκειται, ἣν ποιεῖται Ἶσις Ὥρου μητρὸς Θεναπαίτιος ὡς ἐτῶν ν οὐλὴ ὀφρύϊ δεξιᾷ καὶ ἡ θυγάτηρ Ἐριεῦς Σαταβοῦτος ὡς ἐτῶν κη οὐλὴ γόνατι ἀριστερῷ. ἀπέχουσι τὴν τιμὴν καὶ βεβαιούτωσαν τῶι Στοτοήτι Σαταβοῦτος μητρὸς Θαήσιος ὡς ἐτῶν μ οὐλὴ γόνασι ἀμφοτέροις. ὑπογραφεὺς τῶν ἀποδομένων Ζωίλος Λεωνίδου ὡς ἐτῶν λϛ ἄσημος. ἀντίγραφον χαραγμοῦ. ἔτους ζ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαμενὼθ γ, ἀναγέγραπται διὰ τοῦ ἐν τῆι Σοκνοπαίου Νήσωι γραφείου.