Ancient Greek
SB 1 5675
Documentary Papyri, SB 1 5675
Not analysed yet
βασιλεὺς Πτολεμαῖος Νέωνι χαίρειν. τῶν πρὸς τοὺς ἐπιστάτας τῶν φυλακιτῶν γεγραμμένων ἐπιστολῶν ὑποτεθείκαμέν σοι τὸ ἀντίγραφον, καὶ ὑμεῖς οὖν διαστείλασθε τοῖς παρʼ αὑτῶν τεταγμένοις κατὰ τόπον πράσσειν καθάπερ ἐπεστάλκαμεν γινώσκοντες, ὅτι τοῖς παραβαίνουσι τὰ ὑφʼ ἡμῶν προστεταγμένα προσενεχθησόμεθα, καθότι προσῆκόν ἐστιν. ἔρρωσο. ἔτους κβ, Δαισίου κϛ Χοιὰχ κϛ. βασιλεὺς Πτολεμαῖος Συννόμωι χαίρειν. προσπέπτωκεν ἡμῖν ἄλλο μέρος· τὰς δʼ ἀνακρίσεις διεξάγετε κατὰ τὰ διαγράμματα καὶ τὰ ὑφʼ ἡμῶν καὶ τοῦ πατρὸς καὶ τῶν προγόνων προστεταγμένα, καὶ τοὺς μὲν εἰκῆι καὶ ἀπροσκέπτως ἀνάγοντάς τινας ἐπιπλήσσετε, καθότι προσῆκόν ἐστιν, τοὺς δὲ διαφορᾶς ἢ σεισμοῦ χάριν καταπέμπετε πρὸς ἡμᾶς παραχρῆμα. τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἐπ ὀνόματος τὰς προσαγγελίας ποιουμένους τῶν …τῶν δὲ καθʼ ὑπόνοιαν διδόντων ποιεῖσθε καταπομπὴν παραχρῆμα, καὶ ἐὰν μέν τι αὐτῶν κατα… κατακολουθοῦντες τοῖς προκειμένοις χρηματισμοῖς αλλοτ…τ…τους. ἐὰν δʼ εἴς τινας μὴ παρόντας ὁρισμὸς γένηται, …άγετε τοὺς ἀνθρώπους, ἵνα μὴ πρὸ κρίσεως …κακουργίας γένωνται, καὶ καθόλου προσέχετε τοῖς ὑφʼ ἡμῶν προστεταγμένοις διαλαμβάνοντες, διότι προσενεχθησόμεθα τοῖς παρὰ ταῦτα πράσσουσι, καθότι προσῆκόν ἐστιν. ἔτους κβ.