Ancient Greek
SB 1 5676
Documentary Papyri, SB 1 5676
Not analysed yet
…ἐπεστάλη βιβλιοφύλαξι ἐνκτήσεων, ὅπως ……οὖν ἐπιστέλλεται ὑμῖν, ἵνʼ εἰδῆτε καὶ ἀκολούθως τοῖς ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος κριθεῖσι ποιῆτε. ἔτους …,Ἐπεὶφ ια. Αὐρηλίωι Παυλείνωι στρατηγῷ Ἑρμοπολείτου παρὰ …Ἥρωνος Ἀντωνᾶ Ἀρχιστρατίου τοῦ καὶ Ἀλθαιέως καὶ ὡς χρηματίζω παρασυνεστῶτός μοι καὶ γράφοντος ὑπὲρ ἐμοῦ Ἀγήνορος ……Δα…ίας τῆς καὶ Μίκκης Τηλυγέτου τοῦ καὶ Χρυσιγόνου γυμνασιαρχοῦντος διὰ τοῦ υἱοῦ …εως γυμνασιαρχήσαντος Ἑρμοῦ πόλεως τῆς μεγάλης ……ὑπὸ τῆς προκειμένης Δα…ίας ὑπαλλάξαι αὐτῷ κατα…ς πρὸς τὰς ὀφειλομένας δια… …τῆς οὐ δεόντως γεγενημένης ὑποθήκης τῶν ἡμετέρων ὑπαρχόντων, καὶ ὁ λαμπρότατος ἡγεμὼν ……ρα ὑπάρχοντα ἀκυρώσας μὲν τὴν οὐ δεόντως γενομένην ὑποθήκην τῶν ὑπαρχόντων μου, τηρήσας δὲ ……διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν, ὅπως τὴν δέουσαν παρʼ αὐτοῖς παράθεσιν ποιῶνται, εἰς τὸ τὴν μὲν γενομένην οὐ δεόντως ……τὰ ὑπάρχοντά μου, πρὸς τὸ δύνασθαί με ἄνευ ἀμφιλογίας ἀντιποιεῖσθαι τῶν ἐμῶν. ἔστιν δὲ τοῦ ὑπομνήματος τὸ ἀντίγραφον ……ῥήτωρ εἶπεν· κέλευσον κληθῆναι Σερῆνον Ἰσιδώρου καὶ Ἑρμεῖνον κοσμητεύσαντα. κληθέντος καὶ ὑπακούσαντος ……τὰς ὑποθήκας, ὑπεθέμην κατὰ μηδέν μοι προσήκοντα ὑπάρχοντα, ἠναγκάσθη τῷ ἀντιδίκῳ ὑποθέσθαι ……ειν. Ὁνωρατιανὸς ἔπαρχος Αἰγύπτου εἶπεν· πρὸ τίνος χρόνου ὑπέθου; Ἑρμεῖνος ῥήτωρ εἶπεν· ……πολλὰ δύναται, ῥήτωρ ἐστὶν τοῦ ἐπιστρατήγου, λέγειν δʼ ἐγὼ οὐ δύναμαι πρὸς αὐτὸν ἐκεῖ, παρὰ σοὶ δὲ μόνον ……τὸ συμβόλαιον; ἀπεκρίνατο· ι ἔτους ἡ ὑποθήκη ἐγένετο. Ἀρσίνοος ῥήτωρ εἶπεν· τὸ χειρόγραφον ζ ἔτους ἐξ ἀλληλεγγύης ……Σερήνῳ Ἰσιδώρου εἶπεν· σὺ εἶ; ἀπεκρίνατο· ναί. Ὁνωρατιανὸς ἔπαρχος Αἰγύπτου Σερήνῳ Ἰσιδώρου εἶπεν· βραδέως ……Κλαύδιος Διονύσιος ῥήτωρ εἶπεν· τ…ει… Ἀρσίνοος ῥήτωρ εἶπεν· ἐὰν ἀκούσῃς …Διονυσίου ……ον κυρώσαντος. μόνον ἕως τούτου τοῦ ὑπομνήματος τὸ ἀντίγραφον. διευτύχει.