Ancient Greek
SB 1 5681
Documentary Papyri, SB 1 5681
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, Παῦνϊ ιδ, τέλει ια ἰνδικτίωνος, ἐν Ἀρσινοιτῶν πόλει. τόδε τὸ κομπρόμισσον ποιοῦνται πρὸς ἀλλήλους ἑκουσίᾳ γνώμῃ ἐκ μὲν τοῦ ἑνὸς μέρους Γεώργιος πρεσβύτερος υἱὸς Ἰωάννου τοῦ καὶ …μάρωνος καὶ ἕτερος Γεώργιος καὶ αὐτὸς πρεσβύτερος υἱὸς Ἰωάννου ἑτέρου, ἐκ δὲ τοῦ ἑτέρου μέρους Αὐρήλιος Φοιβάμμων υἱὸς Φίβ, ἀμφότεροι βαφεῖς, ὁρμώμενοι ὁ μὲν πρῶτος πρεσβύτερος ἀπὸ τοῦ ὅρμου καλουμένου …,ὁ δὲ ἕτερος πρεσβύτερος ἀπὸ τῆς Ἡρακλεοπολιτῶν, ὁ δὲ Φοιβάμμων ἀπὸ ταύτης τῆς Ἀρσινοϊτῶν πόλεως, ἐκ πολλοῦ γε τὴν οἴκησιν ποιούμενος ἐν τῇ καλουμένῃ κώμῃ Πεενσαμοὶ τοῦ Ἡρακλεοπολίτου νομοῦ, παρόντος νῦν ἐνταῦθα ἐν τῷ Ἀρσινοίτῃ, τοῦ δὲ ἑτέρου πρεσβυτέρου ἑξῆς ὑπογράφοντος ἰδίᾳ χειρί. δίκην ἔχοντες πρὸς ἀλλήλους περί τινων κεφαλαίων καὶ μὴ δυνηθέντες διʼ ἑαυτοὺς ἀπαλλαγῆναι, ἔδοξεν αὐτοῖς αἱρήσασθαι κοινῇ γνώμῃ ἄπα Κῦρον ἐπιστάτην καὶ Θεόδωρον τὸν καὶ …εγωτ καὶ Πέτρον υἱὸν Ἀναστασίου διακόνου καὶ Ναυρῶον καὶ ἄπα Ὂλ καὶ Μηνᾶν υἱὸν Ἀμαίου καὶ αὐτοὺς βαφεῖς ἀπὸ τῆσδε τῆς Ἀρσινοιτῶν πόλεως, καὶ ὁμολογοῦσιν στέρξαι καὶ ἐμμεῖναι τῇ διδομένῃ αὐτοῖς παρʼ αὐτῶν δίκῃ. εἰ δέ τις ἐκ τῶν μερῶν μὴ στέρξῃ τῇ αὐτῶν κρίσει, ἐπὶ τῷ τὸ παραβαῖνον μέρος διδόναι τῷ στέργοντι λόγῳ προστίμου χρυσίου νομίσματα ὀκτὼ ῥυπαρά, χρυσίου νομίσματα η ῥυπαρά. κύριον τὸ κομπρόμισσον δισσὸν γραφέν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν . Γεώργιος …ω…θυ πρεσβύτερος υἱὸς Ἰώννου …ω κομπρόμισσον, ὡς πρόκειται. Γεώργιος πρεσβύτερος. Φοιβάμμων ὁ προκείμενος στοιχεῖ ἡμῖν, ὡς πρόκειται . di emu Fib esemiothe κομπρόμισσον …μεταξὺ Γεωργίου καὶ ἑτέρου Γεωργίου πρεσβυτέρων καὶ Φοιβάμμωνος .