Ancient Greek
SB 1 5692
Documentary Papyri, SB 1 5692
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ τῷ καὶ Νεμεσιανῷ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίας Φιλουμένης Πατνεφερσόιτος τοῦ Ἁρποκρᾶτος μητρὸς Σαραποῦτος ἀπὸ κώμης Ἰσίου Τρύφωνος τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ. τῆς προειμένης μοι δισσῆς ἀσφαλείας σὺν τῇ ὑπὸ αὐτὴν ὑπογραφῇ ἀντίγραφον ὑπόκειται. Αὐρήλιος Δίδυμος Σαραπίωνος τοῦ Ὡρείωνος μητρὸς Ταΰριος τῆς καὶ Ἀπολλωναρίου ἀπὸ κώμης Ἰσίου Τρύφωνος τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ Αὐρηλίᾳ Φιλουμένῃ Πατνεφερσόιτος τοῦ Ἁρποκρᾶτος μητρὸς Σαραποῦτος ἀπὸ τῆς αὐτῆς κώμης συνεστῶτός σοι Αὐρηλίου Θέωνος Ὡρείωνος μητρὸς Ἀρσινόης ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσαν τῷ ἀφήλικι μου υἱῷ καὶ …ὑποχειρίῳ κατὰ τοὺς νόμους Αὐρηλίῳ Λουκίῳ τῷ καὶ Σαραπίωνι …ἀπὸ κώμης Ἰσίου Τρύφωνος τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ …νη…