Ancient Greek
SB 1 5941
Documentary Papyri, SB 1 5941
Not analysed yet
Φλαυίῳ τῷδε τῷ εὐλογιωτάτῳ γραμματικῷ καὶ παιδευτῇ Ἑλληνικῶν λόγων ἐλευθερίων παρὰ Αὐρηλίου τοῦδε πραγματευτοῦ ὀθονιακοῦ υἱοῦ τοῦδε τοῦ τῆς ἀρίστης μνήμης ὁρμωμένου ἀπὸ τῆς Καισαραίων μητροπόλεως ἐπαρχείας . μετὰ τὴν ὑπατείαν Φλαουίου Ὀπορτούνου τοῦ λαμπροτάτου, Θὼθ κδ, γ ἰνδικτίωνος. τὴν καὶ πραθεῖσάν σοι παρὰ τῆς αὐτῆς τῆσδε καὶ τῆσδε ἀδελφῆς αὐτῆς πρὸς τὴν πρᾶσιν, καὶ ἐπειδὴ ἐγὼ νῦν ὁ δεῖνα τοῦδε ἠμφισβήτησα πρὸς ὑμᾶς τοὺς πριαμένους Φλάυϊον τόνδε καὶ τήνδε τὴν γαμετήν σου περὶ τῆς προλεχθείσης οἰκίας καὶ τῆς ὑποθέσεως γυμνασθείσης ὑπὸ πολλῶν ἀξιοπίστων ἀνδρῶν .