Ancient Greek
SB 1 5943
Documentary Papyri, SB 1 5943dupl
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίας Χάριτος ἀπὸ κώμης Θεαδελφείας. καὶ ἀεὶ μὲν θύουσα καὶ εὐσεβοῦσα τοῖς θεοῖς διατετέλεκα καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἔσπεισα καὶ ἔθυσα καὶ τῶν ἱερείων ἐγευσάμην, καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαί μοι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμέν σε θυσιάζοντα. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραϊανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι κβ.