Ancient Greek
SB 10 10256
Documentary Papyri, SB 10 10256
Not analysed yet
Ἁρθοῶνις Ἁρσιήσιος τοῦ Ἁρθοώνιος ἱερεὺς καὶ προφήτης Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων Ἁρθοώνι Παυσίριος χαίρειν. ἀπέχω παρὰ σου τὰ ἐκφόρια ἐκ πλήρους ὧν χρόνων ἐγεώργησάς μου ἐν τῷ διελθόντι χρόνωι ἐδαφῶν περὶ Σκὼ τῆς ἄνω τοπαρχίας τοῦ Ὀξυρυγχείτου καὶ ἃ ὤφειλές μοι κατʼ ἀσφάλειαν καὶ οὐδέν σοι ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας. Κυρία ἡ χείρ. ἔτους …Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ιδ Ἁρθῶνις