Ancient Greek
SB 10 10257
Documentary Papyri, SB 10 10257
Not analysed yet
επιτη… …απ… Αὐρηλ… οἱ ἀπὸ τοῦ κοινοῦ τῶν …ων τῆς αὐτῆς πόλεως ὑπογραφόντων Αὐρηλίων Σαραπάμμωνος Φιλαντινόου βουλευτοῦ καὶ Ἀμμωνίου Βησαρίωνος …καὶ Ἰσιδώρου …ρου ιε… ὁμολογοῦμεν ὀμνύοντες τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην προσφωνεῖν κατὰ κέλευσιν ἡγεμονικὴν τὴν μὲν λίτραν εἶναι τοῦ κατεργαζομένου χαλκοῦ δηναρίων ἑξήκοντα δύο τὴν δὲ τοῦ ἀργοῦ χυτοῦ ὁμοίως λίτραν ἀργυρίου δηναρίων τριάκοντα ἑνὸς ἵνʼ εἰδῇς, καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ιϛ καὶ ἔτους ιε τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους η τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Φαρμοῦθι ιζ. Αὐρήλιος Σαραπάμμων Φιλαντινόου βουλευτὴς ὥμοσα τὸν ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἀμμῶνις Βησαρίων ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἰσίδωρος ὤμοσα τὸν ὅρκον ὡς πρόκειται