Ancient Greek
SB 10 10292
Documentary Papyri, SB 10 10292
Not analysed yet
…παρʼ αὐτῶν …νος τοῦ γραμματέως αὐτοῦ συνχωρεῖ αὐτοῖς τὸν φόρον τοῦ ιε ἔτους ὁλόκληρον μὴ εἰσενενγκεῖν ἀλλὰ παρὰ ρ τάλαντα· καὶ τούτων οὕτως ἐχόντων, σὺ ὁ κύριος ἔγραψας τῷ νυνὶ στρατηγῷ Ἀπολλωνίῳ ὥστε πέμψαι σοι τῶν τελωνικῶν ὠνίων τὸν λόγον τῆς εἰσπράξεως τῆς ἀνὰ χεῖρα πενταετίας, τοῦτʼ ἐστιν τῶν ἀπὸ ιε ἔτους ἵνα κυρῶν τὰ ὤνια εἰδῇς πόσον εἰσηνέχθη ὑπὲρ ἑκάστης ὠνῆς καὶ οὕτως τὸν λογισμὸν μάθῃς. καὶ ὁ στρατηγὸς ἀκόλουθα ποιῶν τῇ ἐνκελεύσει σου ἐπέστειλεν Ποτάμωνι τῷ πρὸ αὐτοῦ, διὰ τὸ αὑτὸν τοὺς λόγους μὴ ἔχειν, μεταδοῦναι αὐτῷ ὡς ἠθέλησας παρακειμένης τῆς εἰσπράξεως. ὁ γενναιότατος Ποτάμων τί ποιεῖ; μεταδιδοὺς γὰρ ὅλον τὸ βιβλίον, ἐπὶ ταύτης τῆς ὠνῆς οὐ προσγράφει τί εἰσεπράχθη τῇ ἀνὰ χεῖρα πενταετίᾳ, ἵνα μὴ εὔδηλον γένηται τῷ στρατηγῷ ὅτι δὴ οὖτοι οἱ μισθωταὶ χρεῶσταί εἰσιν καὶ παρατηρηθῇ ἡ ὠνὴ ὑπὸ ἐπιτηρητῶν