Ancient Greek
SB 10 10293
Documentary Papyri, SB 10 10293
Not analysed yet
Βωλανῷ στρατηγῷ Ἀρσινοείτου Θεμίστου καὶ Πολέμονος μερίδων. Σωτήριχος Δημοκράτους τοῦ Ἀπίωνος ἐπικαλούμενος Μαριανὸς βοηθος σιτολόγων κώμης Θεαδελφίας γενήματος ϛ ἔτους ὀμνύω τὴν Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστῶν τύχην ἀπαιτήσειν ἕως Μεχεὶρ πεντεκαιδεκάτης ἀργυρίου δραχμὰς χιλίας ὀκτακοσίας εἴκοσι οὔσας τιμὴν πυροῦ ἀρταβῶν σκζ 𐅵μετρηθείσων ἡμῖν ἐν θέματι ὑπὸ Χαρίτωνος καὶ τῶν κοινωνῶν πρακτόρων στεφανικοῦ τῆς αὐτῆς κώμης Θεαδελφίας καὶ διασταλεισῶν ὑφʼ ἡμῶν ὑπὲρ δημοσίων γεωργῶν τῆς αὐτῆς κώμης. ἐὰν δὲ μὴ ἀπαιτήσω ἀποδώσω τῷ πράκτορι τὸ ἐπιβάλλον μοι ἥμισυ μέρος ἀργυρίου δραχμὰς ἐνακοσίας δέκα ,μένοντος τοῦ λόγου τῷ Χαρίτωνι πρὸς τὸν κοινωνόν μου Ἰσᾶν περὶ τῶν τῆς ἄλλης ἡμισείας δραχμῶν ϙα… η ἔνοχος εἴην ᾧ ὅρκῳ. Σωτήριχος ὤμοσα τὸν ὅρκον καὶ ἀποδώσω καθὼς πρόκιται. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν, Φαῶφι β