Ancient Greek
SB 10 10493
Documentary Papyri, SB 10 10493
Not analysed yet
Μάρκος Αὐρήλιος Διονύσιος Παυλείνου ἀπʼ Ὀξυρύγχων πόλεως ἀγωνοδίκης ἀγῶνος ἀχθέντος τῷ διελθόντι ϛ ἔτει Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ιη ἱερῷ ἐφηβικῷ ἰσαντινοείῳ φιλ… ἀγῶνι τῆς αὐτῆς πόλεως διὰ τοῦ πατρὸς Αὐρηλίου Παυλείνου …σιου διανιο… ἀπὸ τῆς αὐτῆς πόλεως …Αὐρηλίῳ Ἡρακλείῳ τῷ ξυστάρχῃ τῆς αὐτῆς πόλεως χαίρειν. ἐξωδίασά σοι τὸ ἐξοδιαζόμενον τέλειον ἆθλον κατʼ ἀκολουθίαν τῶν ἄλλων ἀγώνων τὰ ἐν δηναρίοις τετρακοσίοις πλήρη. γίνωσκε μηδεμίαν ἔφοδον ἢ ἐπέλευσιν ἔχειν ἐπʼ ἐμὲ κατὰ τὰ γραμμάτια διὰ τὸ ἐσχηκέναι με παρὰ σοῦ τὰ συνήθη τῆς ἀποχῆς γράμματα καὶ διαστολικὸν ἁπλοῦν γραφὲν περὶ τῆς μεταβολῆς διʼ ἐμοῦ τοῦ πατρὸς. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν κη. Αὐρήλιος Διονύσιος διʼ ἐμοῦ Αὐρηλίου Παυλείνου τοῦ πατρὸς μετεβαλόμην τὰ ἀπὸ θέματος ξυστάρχῃ δηνάρια τετρακόσια καὶ ἐπερωτηθὴς ὡμολόγησα ὡς πρόκειται.