Ancient Greek
SB 10 10494
Documentary Papyri, SB 10 10494
Not analysed yet
ἄλλο μέρος· ἐὰν δὲ ἀμφοτέρων τῶν ἀντιδίκων τοῦ μὲν παρόντος. τοῦ δὲ μὴ παρόντος ἐν τῶι δικαστηρίωι ἑκάτερος οὖν αὐτῶν μὴ βούληται γραπτὸν λόγον θέσθαι …ἄλλο μέρος· ὁ μαρτυρίας ἐπιλαμβανόμενος ἐπιλαμβανέσθω παραχρῆμα ὅταν ἡ γνῶσις ἀναγνωσθῆι παρὰ δικαστῶν ἢ διαιτητῶν ἢ κριτῶν, ἐπιλαμβανέσθω δὲ πάντων τῶν ταῦτα μαρτυρησάντων ἄλλο μέρος· ἐξέστω δὲ καὶ μέρους τῆς μαρτυρίας ἐπιλαμβάνεσθαι …ἄλλο μέρος· ἐὰν δὲ τις καταδικασθείσης αὐτοῦ δίκης ἐπιλαβόμενος τῶν μαρτύρων γράψηται δίκην κατὰ τὸ διάγραμμα ἄλλο μέρος· ἐὰν δὲ τις ἀποδικασθείσης …