Ancient Greek
SB 10 10529 a
Documentary Papyri, SB 10 10529
Not analysed yet
Ἀσκλᾶς Ἀσκληπιάδῃ τῷ υἱῷ χαίρειν· πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. ἐνετειλάμην σοι ἀγοράσαι τῇ ἀδελφῇ σου λαμπάδας β καὶ σκάφιον α καὶ ὑδρίαν· καλῶς οὖν ποιήσεις ἀγόρασας τὸ σκάφιον καλὸν καὶ ὑδρίαν α· ταῦτα ἀγόρασαι, μὴ ἀγοράσῃς τὰς λαμπάδας …εὗρον τάδε τῆς ἐντολῆς πάντα ἐξαρτισμένα καὶ τὸ ζεῦγος Πανίσκῳ. ἀγόρασον τὰ βύσσινα. δώσεις τὰ ἔχοντα τελ Σεραπίονι, ἵνα αὐτὰ τελ ὠνήσεται· οὕτω ποίει μὴ ἐλαφρῶς ἀλλὰ πάντα ἅ σοι ἐνετειλάμην, σὺ ποίει. ἐὰν εὕρῃς εὐκαιρίαν, γράψεις μοι ἀσφαλῶς περὶ πάντων. ἀσπάζεται σε Βερενείκη ἡ ἀδελφή. …τα πάντα ποίει ἀσφαλῶς· ἠρώτησα Πανίσκον περὶ τῆς ἐντολῆς, μάλιστα περὶ τῶν καταχυμάτων βυσσίνων· ἔρρωσθε· Παοῖνι α. ἀποδὸς Ἀσκλᾷ Κοπρ υἱῶι Ἀσκλᾶς Σαραπιᾶι τῷ φιλτάτῳ χαίρειν· πρὸ μὲν πάντων εὔχομαι πᾶσι τοῖς θεοῖς ὑγιαίνειν σέ. ἐχωρίσθην ἀπὸ σοῦ τῇ κε καὶ ἀνέβην εἰς Ψῶνιν, καὶ οὐδένα εὗρον πρὸς οὕς ἔχω πρᾶγμα· εὐθέως ἀνέπλευσα τὸ Φιλουμένου σταλεσθ… μετὰ μεγάλου πόνου μετὰ χαλκοῦ· εὐχαριστῶ Σαμόθρᾳκι καὶ Ἀλεξᾶτι παρʼ ὧν σε παρεκάλουν καθʼ ἡμέραν συναλλάξαι φακοῦ ἀρτάβας ξ καὶ οὐκ ἠθέλησας ἀλλὰ καὶ ἀποπλέων …σε ἠρώτησα ἀφεῖναι ὧδε κερμάτια συναγοράσαι, οὐδὲ οὕτω ἠθέλησας· αἰτοῦμαι δραχμὰς υμ· ὁ κόσμος τῶν ἀγοραστῶν ὅδε ενι ἡ ἐξαγωγὴ κρατεῖται δεινῶς. Ἀλεξᾶς μοι λέγει παρεκδεξόμεθα ἡμέρας ε καί, τοῦ θεοῦ θέλοντος, ἥσσον ἀγορῶμεν· ὁ πυρὼν ἀναβεβίβασται ἀκούσαντες τὰς παρʼ ἡμῖν τιμάς· ἐὰν οὖν θέλῃς, γράφεις μοι περὶ ὧν θέλεις με ποιεῖν μεθʼ ἡμέρας ε ἀγορῶ ἀρτάβας τ ἢ τάχα υ ἐὰν ἀπολαβῶ παρὰ τῶν ὀφειλόντων μοι παρακαλῶ σε κύριε μου διαδεχου …ἔχειν Ἀσκλᾶν. ἔρρωσθε. ὑγιαίνουσιν οἵ σοι πάντες· ἄσπασαι Ἀρσινόην καὶ τοὺς υἱοὺς …ν… ἐκπορεύομαι εἰς Ἄβυδον τῇ γ ἀποδὸς· Σαραπιᾶι Ἀρείου ἀρχεμπόρωι δ…κορος …α καθʼ ἅ μοι εἴρηκας …ἐκπορεύομαι εἰς Ἄβυδον, ἀνελεύσομαι πάρος …ωνιν ὥς μοι ἐνετείλου· παρακαλῶ σε, κύριέ μου, τὸν Ἀσκλᾶν ἔχειν ὥς σε ἠρώτησα περὶ τῆς ἐντολῆς, καὶ ἀγοράσας πάλιν σου μελήση τελονῆσαι αὐτὰ καὶ μὴ αὐτὸν ἀφῇς στρηνιᾶν. καὶ σύ μοι γράφε περὶ ὧν θέλεις, καὶ ποιήσω. τὰ φάκια δραχμ υμ πυρ… …ω αἰτήσω Ἀμμῶνιν. καὶ ὣς εἴρηκας ἀγορῶ. ὑγιαίνουσιν πάντες, ἄσπασαι Ἀμμῶνιν, ἀσπάζεται σε Τάις. μὴ ἀμελήσῃς τοῦ περὶ πάντων μοι γράφειν καὶ ποιήσω. περὶ τῶν ὀξέων μοι μέλι δοῦναι Καστορᾷ ἐὰν εἰσέλθῃ. ἔρρωσσο. Παῦνι α. ἀρχεμπόρωι