Ancient Greek
SB 10 10531
Documentary Papyri, SB 10 10531
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Δαισίου ἕκτῃ Φαρμοῦθι ἕκτῃ ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ἐμίσθωσεν Μαρεψῆμις …Μαρεψήμιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ ὑπ… Μαρσισούχωι Μαρεψήμιος ὡς ἐτῶν πεντήκοντα οὐλὴ πήχει δεξιῶι μεμισθωκέναι αὐτῷ ἀφʼ ὧν καὶ αὐτὸς ὁ Μαρεψῆμις γεωργεῖ περὶ Τεβτῦνιν δημοσίων ἐδαφῶν …ἀρουρῶν πέντε τέταρτον …ἐπὶ τοῦ Νεοφύτου χωρίου …τοῦ Μαρσισούχου χορηγοῦντος ἑαυτῷ τὰ σπέρματα εἰς τὸ εἰσιὸν τρίτον καὶ εἰκοστὸν ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ καὶ ἀπέχει παρὰ τοῦ Μαρσισούχου τὸν φόρον παραχρῆμα διὰ χειρὸς ἐκ προδόματος καὶ ταύτην τὴν μίσθωσιν βεβαιώσει ὁ Μαρεψῆμις πρὸς τὸν Μαρσισοῦχον πάσῃ βεβαιώσει ἀπὸ δημοσίων …καὶ ἰδιωτικῶν καὶ παντὸς εἴδους …κ…αφ…χ… μ…ροιστωι… …τωνοηου…