Ancient Greek
SB 10 10533
Documentary Papyri, SB 10 10533
Not analysed yet
παρὰ Ἀμμωνίου τοῦ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου ἀπὸ Νικίους βούλομαι μισθώσασθαι ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος ιβ ἔτους εἰς θερινὰ γένη ἃς προεῖχεν ἐν μισθώσει Βῆς Νεκθερῶτος ἀπὸ Νήσου Μεσοποταμίας περὶ Σένιν ἀρούρας β καὶ περὶ Ψινγενίσβθιν ἀρούραν α γίνονται ἄρουραι γ ἢ ὅσαι ἐὰν ὦσι οὖσαι ἐν κοίτῃ α φόρου ἀποτάκτου τῶν μὲν περὶ Σένιν ἀρουρῶν β ὡς τῆς ἀρούρης ἀντὶ τῶν προτελουμένων δραχμῶν ιϛ ὄντος δραχμῶν α… καὶ τῆς περὶ Ψινγενίσβθιν ἀρούρης α ὄντος δραχμῶν …καὶ οὐ κατασχεθήσομαι τελέσαι πλείονα τοῦ ὑφʼ ἡμῶν ἑσταμένου φόρου ἐὰν δὲ αἴτιόν τι συμβῇ ἢ ἀβροχήση ἀπὸ μέρους παραδεχθῆναί μοι ὡς ἐπὶ τῶν ὁμοίων καὶ μετὰ τὸν χρόνον ἄκων οὐ κατασχεθήσομαι τῇ αὐτῇ μισθώσει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Θὼθ κβ Ἀμμώνιος Ἀπολλωνίου ἐπιδέδωκα ὡς πρόκειται καὶ ἔγραφε …δ… γράμματα Πέτων Φέστου λ τόμου κολλήματος ιβ. προθειν…ι…ων τῷ ι…ου