Ancient Greek
SB 10 10532
Documentary Papyri, SB 10 10532
Not analysed yet
ἐμίσθωσεν Ἱερακίαινα Ἡρώδου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἀπολλωνίου τοῦ Ἀπολλωνίου Αὐναίως Ἡρᾶτι Ἁρμιύσιος του Μύλωνος τῶν ἀπὸ Σύρων κώμης Πέρσῃ τῆς ἐπιγονῆς εἰς τὸ ἐνεστὸς ἕβδομον ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ περὶ Νέσλα ἐδαφῶν τὰς λιμνασθείσας ἀρούρας πάσας ὥστε ταύτας σπεῖραι ῥαφάνῳ ἐκφορίου ἑκάστης ἀρούρης ἐκ γεωμετρίας ἐξ ὀρθογωνίου ἀνὰ ῥαφανοσπέρμου ἀρτάβας δύο ἀκίνδυνα τὰ ἐκφόρια παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὴν Ἰερακίαιναν ἣν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ ἐκφόρια κομίσηται τῆς δὲ μισθώσεως βεβαιωμένης ἀποδότω ὁ μεμισθωμένος τῇ Ἱερακιαίνᾳ τὰ ἐκφόρια τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ ἔτους ἐφʼ ἅλῳ Νέσλα ῥαφανόσπερμον νέον καθαρὸν ἄδολον κεκοσκινευμένον μέτρῳ τετραχοινικῷ τῷ τοῦ μεμισθωμένου ἁδρῷ ὑπερέχοντι τοῦ μέτρου Σεράπιδος τὰ υ…νου ἀποτισάτω αὐτῇ ὅσα ἂν ὀφειλήσῃ μεθʼ ἡμιολίας