Ancient Greek
SB 10 10538
Documentary Papyri, SB 10 10538
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν …ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἰσιδώρα Ἀθηνίωνος τοῦ Ἁρφαήσεως ἀπὸ τῆς προκειμένης κώμης Τεβτύνεως Περσίνη ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ …ρυσι ἀμφοτέραις μετὰ κυρίου τοῦ συνγενοῦς Ἥρωνος τοῦ Ἀρητίωνος ὡς ἐτῶν τεσσαράκοντα τεσσάρων οὐλὴ ἀντίχειρι ἀριστερῶι Ἡρακλείδῃ Διδύμου νεωτέρου τοῦ Ἡρώδου τῶν γεγυμνασιαρχηκότων ὡς ἐτῶν τεσσάράκοντα οὐλαὶ ὀφρύσιν ἀμφοτέραις ἔχειν παρʼ αὐτοῦ Ἡρακλείδου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς ἑξακισχιλίας διακοσίας οὔσας τάλαντον ἓν καὶ δραχμὰς διακοσίας μῆνας τρεῖς ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Παχὼν τόκου αὐτῶν τῇ μνᾷ κατὰ μῆνα δραχμῆς μιᾶς, ὧν καὶ τὴν ἀπόδοσιν ποιήσεται ἡ Ἰσιδώρα τῷ Ἡρακλείδῃ τοῦ τε προκειμένου κεφαλαίου δραχμῶν ἑξακισχιλίων διακοσίων καὶ τῶν τόκων ἐν μηνὶ Ἐπὶφ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους ἀνυπερθέτως, τῆς πράξεως οὔσης τῷ Ἡρακλείδῃ ἔκ τε τῆς Ἰσιδώρας καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῆς Ἰσιδώρας, Ἥρων ὁ προγεγραμμένος Ἰσιδώρα Ἀθηνίωνος τοῦ Ἁρφαήσεως μετὰ κυρίου τοῦ συνγενοῦς Ἥρωνος τοῦ Ἀρητίωνος ὁμολογῶ ἔχειν παρὰ τοῦ Ἡρακλίδου τὰς τῆς χρήσεως ἀργυρίου κεφαλαίου δραχμὰς ἑξακισχιλίας διακοσίας τόκου τῇ μνᾷ κατὰ μῆνα δραχμῆς μιᾶς, ἃς καὶ ἀποδώσω ἐν μηνὶ Ἐπὶφ τοῦ ἐνεστῶτος ἔτους καθὼς πρόκειται. Ἥρων ἔγραψα καὶ ὑπὲρ αὐτῆς ἀγραμμάτου. …νομογράφος Τεπτύνεως διὰ Ἀρείου σεσημείωμαι