Ancient Greek
SB 10 10539
Documentary Papyri, SB 10 10539
Not analysed yet
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαῶφι κα ἐν Θεογονίδι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ ὁμολογεῖ Χρατίων Ὡρίωνος ὡς ἐτῶν τεσσεράκοντα ἕξ οὐλὴ ἀντικνημίωι ἀριστερῶι Θαῆσι Κρονίωνος τοῦ καὶ Ψενκήβκιος τοῦ Μαρσισούχου ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ οὐλὴι ἀντικνημίωι δεξιῶι μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Μαρεψήμιος τοῦ Μαρεψήμιος ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ ῥινὶ ἐξ ἀριστερῶν ἀπέχειν παρʼ αὐτῆς Θαήσιος διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς δισχιλίας τετρακοσίας τεσσεράκοντα ὀκτὼ καὶ τοὺς τόκους, ἃς ὤφειλεν ἡ Θαῆσις τῶι Χρατίωνι καθʼ ὁμολογίαν χρήσεως τετελειομένην διὰ τοῦ ἐν Τεβτύνει γραφείου τῶι ἕκτω ἔτει Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὶ Καισαρείωι ἐπαγομένων δευτέρα ἣν καὶ ἀναδέδωκεν …κις τῆι Θαῆσι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μήτε αὐτὸν Χρατίωνα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπελεύσεσθαι ἐπὶ τὴν Θαῆσιν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς μήτε περὶ τούτων μηδὲ περὶ ἑτέρου ἁπλῶς πράγματος ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας. ὑπογραφεὺς Μαρεψῆμις ὁ Ἐριέως Χρατίων Ὡρίωνος ὁμολογῶ ἀπέχειν παρὰ Θαῆσιος τῆς Κρονίωνος τοῦ καὶ Ψενκήβκιος Μαρσισούχου τὰς τοῦ ἀργυρίου δραχμὰς δισχιλίας τετρακοσίας τεσσεράκοντα ὀκτὼ καὶ τοὺς τόκους ἃς ὤφειλεν μοι κατὰ τὴν προκιμένην ἀσφάλειαν καὶ μὴ ἐπελεύσεσθαι καθὼς πρόκιται. ἐντέτακται διὰ Γλαύκου τοῦ πρὸς τῶι γραφείῳ Θεογονίδος ὁμολογία Χρατίωνος πρὸς Θαῆσιν ἀποχῆς δραχμῶν Βυμη…