Ancient Greek
SB 10 10571
Documentary Papyri, SB 10 10571
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ μηνὸς Καισαρείου Μεσορὴ ιε, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Τααρπαγάθης Ἑριέως τοῦ Ἑριέως …οὐλὴ πτέρνῃ ποδὸς δεξιοῦ μετὰ κυρίου τοῦ ἀνδρὸς Πακύσεως Σαταβοῦτος τοῦ Ἀνχώφεως ὡς ἐτῶν τριάκοντα ἓξ λευκὸν ὀφθαλμοῖς ἀμφοτέροις τῷ ἑαυτῆς υἱῷ Πακύσι Πακύσεως ἀφήλικι διὰ φροντιστρίας τῆς κατὰ πατέρα ἑαυτοῦ μάμμης Τανεφρέμμεως, πάντων ἱερέων θεοῦ κώμης Σοκνοπαίου Νήσου, πεπρακέναι τῷ ἀφήλικι ἑαυτῆς υἱῷ Πακύσι τὴν ὁμολογοῦσαν Τααρπαγάθην κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῇ ἐν τῇ προγεγραμμένῃ κώμῃ Σοκνοπαίου Νήσῳ οἰκίαν καὶ αὐλὴν μητρικὴν καὶ τὰ συνκύροντα πάντα ἐπὶ τοῖς οὖσι τῶν ὅλων μέτροις καὶ πηχισμοῖς καὶ θεμελείοις καὶ τείχεσι καὶ φωσφορείαις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν γείτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου ῥύμη τυφλὴ βορρᾶ ὁμοίως ῥύμη τυφλὴ ἀπηλιώτου ῥύμη βασιλικὴ λιβὸς ἑτέρων οἰκία, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Τααρπαγάθην παρὰ τῆς τοῦ ἀφήλικος κατὰ πατέρα μάμμης τὴν συμπεφωνημένην τῆς πεπραμένης αὐτῷ ὡς πρόκιται τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς πεντακοσίας παραχρῆμα διὰ χειρός, καὶ βεβαιώσειν αὐτήν τε καὶ τοὺς παρʼ αὐτῆς τῷ ἀφήλικι ἑαυτῆς υἱῷ Πακύσι καὶ τοῖς παρʼ αὐτοῦ τὰς πεπραμένας αὐτῷ ὡς πρόκιται οἰκίαν καὶ αὐλὴν πάσῃ βεβαιώσει, ἃς καὶ παρέξεσθαι ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ παντὸς ὀφειλήματος δημοσίου μὲν ἀπὸ τῶν ἔμπροσθε χρόνων μέχρι ἑτέρας εἰκονισμοῦ ἀπογραφῆς ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ μηδένα κωλύειν τὸν Πακῦσιν μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας τῶν αὐτῶν πεπραμένων αὐτῷ ὡς πρόκειται οἰκίας καὶ αὐλῆς καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφερομένους καὶ ὑποτεθέντας καὶ ἑτέροις ἐξαλλοτριοῦντας καὶ οἰκονομοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῶσι. ἐὰν δέ τι τῶν προγεγραμμένων παραβῇ ἡ Τααρπαγάθης χωρὶς τοῦ αὐτὰ κύρια εἶναι καὶ πάντα τὸν ἐπελευσόμενον ἀφιστάνειν παραχρῆμα ἔτι καὶ προσεκτείσειν αὐτὴν τῷ ἀφήλικι Πακύσι τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ ἀναλώματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας πεντήκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. τὰς δὲ τῆς τιμῆς ἀργυρίου δραχμὰς πεντακοσίας ἀποκεχαρίσθαι τῷ ἀφήλικι Πακύσι ὑπὸ τῆς κατὰ πατέρα ἐαυτοῦ μάμμης Τανεφρέμμεως χάριτι ἀναφαιρέτῳ καταβεβλημένου τοῦ ὑπὲρ ἐπιστάλματος ὡρισμένου. Τααρπαγάθης Ἑριέως τοῦ Ἑριέως ἱέρεια θεοῦ κώμης Σοκνπαίου Νήσου μετὰ κυρίου τοῦ ἀνδρὸς Πακύσεως Σαταβοῦτος τοῦ Ἀγχώφεως συνιερέως τῶν αὐτῶν θεῶν πέπρακα τῷ ἀφήλικι μου υἱῳ Πακύσι τὰς ὑπαρχούσας μοι ἐν τῇ προγεγραμμένῃ κώμης Σοκνοπαίου Νήσῳ μητρικὴν οἰκίαν καὶ αὐλὴν καὶ ἀπέχω τὴν τιμην ἀργυρίου δραχμὰς πεντακοσίας καὶ βεβαιώσω ὡς πρόκιται. Πακῦσις ἔγραψα καὶ ὑπὲρ τῆς γυναικὸς ἀγραμμάτου. κατεχωρίσθη β ἔτους Μεσορὴ ιε.