Ancient Greek
SB 10 10572
Documentary Papyri, SB 10 10572
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου κε ἐν Τεβτύνι τῆς Πολέμονος μερίδος τοῦ Ἀρσινοιείτου νομοῦ. ὁμολογεῖ Ἀπολλώνιος…μήδους τοῦ Μενεμάχου μητρὸς Δημητρείας ἀπὸ κώμης Κερκεσούχων τῆς Ἡρακλείδου μερίδος ἐτῶν με οὐλὴ παρὰ ἀντικνήμιον ἀριστερὸν συνκεχωρηκέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τοῖς γεγονόσι αὐτῶι ἐκ τῆς συνούσης αὐτῶι κατὰ νόμους γυναικὸς Ταόρσεως τῆς Ψενατύμιος τέκνοις Μενεμάχωι πρεσβυτέρωι καὶ Μενεμάχῳ νεωτέρωι καὶ Θερμούθι τοῖς τρεσὶ τοῖς μὲν δυσὶ ἄρρεσιν οὖσι Μενεμάχωι πρεσβυτέρωι καὶ Μενεμάχωι νεωτέρωι τοῖς δυσὶ ἐξ ἴσου τὸ ὕπαρχον αὐτῶι Ἀπολλωνίωι ἥμισυ μέρος οἰκίας καὶ αἰθρίου ἐν κώμηι Κερκεσούχοις, ὅ ἔχεται τοῦ ἐπιβάλλοντος αὐτῶι ἡμίσους μέρους τοῦ ὑποκάτω …ταμιείου. ἀπὸ δὲ τῆς ἐπιβεβληκυῖας αὐτῶι Ἀπολλωνίωι ἐκ τοῦ πρὸς βορρᾶ καὶ λίβα μέρους τῆς οἰκίας καὶ αἰθρίου αὐλῆς διατεταχέναι τῶι μὲν Μενεμάχωι πρεσβυτέρωι τὸ κατὰ μέσον τῆς αὐλῆς ἥμισυ μέρος διατεῖνον λείβα ἐπʼ ἀπηλιώτην κατʼ ἐπιβολὴν τοῦ ὄντος τῆς αὐλῆς παντὸς ἐδάφους, τῶι δὲ Μενεμάχωι νεωτέρωι τὸ λοιπὸν ἥμισυ μέρος τῆς αὐτῆς αὐλῆς, ἀφʼ οὗ τέταρτον μὲν ἐκ τοῦ πρὸς νότον μέρους τὸ δὲ λοιπὸν τέταρτον ἐκ τοῦ πρὸς βορρᾶ μέρους, ἐπʼ ἀμφοτέρων διατεῖνον λίβα ἐπʼ ἀπηλιώτην κατʼ ἐπιβολὴν τοῦ παντὸς ἐδάφους, ἀμφοτέροις κοινῶς ὑπολείπων τὴν ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διʼ ὅλης τῆς αὐλῆς κοινὴν εἴσοδον καὶ ἔξοδον, ἧς πλάτος λιβὸς ἐπʼ ἀπηλιώτην πηχῶν δύο ἡμίσους ἀρχομένης ἀπὸ τῆς ἀπὸ βορρᾶ δημοσίας ὁδοῦ μέχρι τῆς καταλελειμμένης τῇ αὐτῆι αὐλῆι καθʼ ἣν ἀνήνεγκεν ὁ Ἀπολλώνιος πρὸς τὸν τοῦ ἀδελφοῦ αὐτοῦ Ἥρωνος υἱὸν Μενέμαχον διαίρεσιν εἰσόδωι καὶ ἐξόδωι διʼ ὧν εἰσόδου καὶ ἐξόδου εἰσοδεύσουσι καὶ ἐξοδεύσουσι ἀμφότεροι Μενέμαχος πρεσβύτερος καὶ Μενέμαχος νεώτερος, ἔτι δὲ καὶ τοῖς δυσὶ καὶ τὰ ὑπʼ αὐτοῦ Ἀπολλωνίου καταλειφθησόμενα καθʼ ὃν δήποτε τρόπον καὶ σκεύη καὶ ἐνωφειλόμενα αὐτωι …κ… τὴν οἰκίαν ἐνοικήσουσι οἱ υίοὶ ἐν ταῖς ἐπιβεβληκυίαις αὐτῶι Ἀπολλωνίωι κατὰ τὴν διαίρεσιν διαίταις ὁ μὲν Μενέμαχος πρεσβύτερος ἐν οἴκωι ἐπὶ τῆς δευτέρας στέγης ἐκ τοῦ πρὸς βορρᾶ καὶ λίβα μέρους ὁ δὲ Μενέμαχος νεώτερος ἐν οἴκωι ἐπὶ τῆς πρώτης στέγης ἐκ τοῦ πρὸς βορρᾶ καὶ λίβα μέρους ἀμφότεροι δὲ ἐνοικήσουσι ἐν οἴκωι τὴν δευτέραν στέγην ἐκ τοῦ πρὸς νότον καὶ ἀπηλιώτην μέρους ε… ἀκολούθως τῇ προονομασθείσῃ διαιρέσει τελειοθείσῃς διὰ τοῦ… γραφείου τῶι ζ ἔτει Ἁδριανοῦ …εχ… τὸ δίκαιον …υἱοῖς ἑκάστωι …θυγατρ…η… πρὸς ἀπηλιώτην …