Ancient Greek
SB 10 10724
Documentary Papyri, SB 10 10724
Not analysed yet
Αὐρήλιος Φιλαντίνοος Αὐρηλίῳ Πλουτίωνι τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. καλῶς δὲ ποιήσεις εἰ βούλῃ τὴν καινοτομίαν σοι οἰκονομῆσαι με σοι τε καὶ Λύτῳ διαπέμψασθαι τῶν παρακειμένων. ἐποίησα γὰρ ὑμῖν ἐκ δέκα ἓξ δόσεων ὥστε εἶναι δόσις ἀμφοτέρων τριάκοντα δύο ,ὧν ἐκ δραχμῶν δώδεκα ,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαι τριακόσιαι ὀγδοήκοντα τέσσαρες, γίνονται δραχμαὶ τπδ. εἰ οὖν βούλεσθε τοῦτο ποιεῖν ὑμῖν, αὐτίκα διαπέμψασθε τὰς παρακειμένας μετʼ ἐπιστολῆς ἵνα πρῷ πρωινῶς ὑμᾶς ὑπηρετήσω, ἤδη ἐγὼ διυπέχω ἐμαυτὸν μὴ ἀμελῆσαι πως, ἐὰν δὲ μὴ διαπέμψητε, ἄμεμπτος ὢν ἐφάνην. ἀσπάζομαι ὑμᾶς πάντας κατʼ ὄνομα καὶ μήπως ἀνθρώπινόν τι συνέβη τῇ μητρὶ Τατερμοῦθι …ἀπώλεσα ἐν…μηνα… ο…ουκε…γραφ… ωδην περὶ τῆς σωτηρίας ὑμῶν δηλώσατέ μοι ἵνα καὶ ἐὰν ἐνθάδε εὐθυμῶ.