Ancient Greek
SB 10 10725
Documentary Papyri, SB 10 10725
Not analysed yet
Αὐρήλιος Φιλαντίνοος Αὐρηλίῳ Πλουτίωνι τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαι ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. καὶ ἄλλοτέ σοι ἐδήλωσα διὰ τοῦ υἱοῦ Ψεντεῦ περὶ τῶν διαφερόντων σοί τε καὶ Λύτῳ, οὔτε τι περὶ τῶν δόσεων ὑμῶν, εἴπερ βούλεσθε οἰκονομεῖν ὑμῖν, διαπέμψασθε τὰ παρακείμενα. ἐποίησα γὰρ ὑμεῖν ἐκ δέκα ἓξ δόσεων ὥστε γίνεσθαι δόσις τριάκοντα δύο ,ὧν ἐκ δραχμῶν δώδεκα γείνονται δραχμαὶ τπδ καὶ τὸ δάνειον τῶν κενῶν τόμων παρεγραψάμην ὧν ἔχομεν ὑμῶν τὴν φάσιν. γράφω δὲ ὑμῖν ἵνα, ἐὰν ἀμελήσηται, μὴ ὦ ὑμῖν μεμπτός. ἀσπάζομαι τοὺς ἡμῶν πάντας. ἐρρῶσθαί σε εὔχομαι.