Ancient Greek
SB 12 10780
Documentary Papyri, SB 12 10780
Not analysed yet
ἐμίσθωσεν Θρασυλλοῦς …μητρὸς Ἀπίας ἀπʼ Ὀξυρύγχων πόλεως διὰ Διογένους Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως φροντιστοῦ Σαραπίωνι Ἑρμείου τοῦ Ἑρμείου Σωσικοσμίῳ τῷ καὶ Ἀλθαιεῖ ἐπʼ ἔτη τέσσαρα βροχὰς τέσσαρας ἀπὸ τοῦ εἰσιόντος τεσσαρεσκαιδεκάτου ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας αὐτῇ περὶ τὸ Νεικοστράτου ἐποίκιον ἐκ τοῦ Πτολεμαίου καὶ Φιλίππου κλήρου ἀρούρας δύο ,ὥστε τὸν μεμισθωμένον ταύτας σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἂν αἱρῆται γένεσι χωρὶς ἰσάτεως καὶ ἐχομενίου ἐκφορίου καὶ φόρου κατʼ ἔτος πυροῦ ἀρταβῶν ὀκτὼ καὶ ἀργυρίου δραχμῶν τριάκοντα δύο ,ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων πάντων ὄντων κατʼ ἔτος πρὸς τὴν μεμισθωκυῖαν, ἣν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὰ κατʼ ἔτος κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης τὸν μὲν πυρὸν μετρήσει ὁ μεμισθωμένος …μίσθωσις ἀρουρῶν β Παλώσεως