Ancient Greek
SB 12 10781 Ro
Documentary Papyri, SB 12 10781r
Not analysed yet
…τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ… Σαραπίωνι γενομένῳ πρυτανικῷ ἄρχοντι ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἡραίδος τῆς Πετεύριος τοῦ Σαραπίωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ἐπεὶ πεποίηταί μοι Μάρκος Ἀντώνιος Ἀσκλεπιάδης τῷ ἕκτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου …Χοιὰχ ἔνγραπτον ἀσφάλειαν ὡμολόγησε παρασχεῖν παρʼ ἐμοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμάς …