Ancient Greek
SB 12 10784
Documentary Papyri, SB 12 10784
Not analysed yet
…συμπαρόντος τοῦ ἀνδρὸς αὐτης Α… Σαραπίωνος ……στιλίτρας ἀπὸ τῆς αὐτῆς χαίρειν. ὁμολογῶ πεπρακέναι σοι εἰς τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι μέρος τέταρτον οἰκίας ἐν τοῖς βορείνοις μέρεσι τῆς πόλεως, ἐλθὼν εἰς ἐμὲ ἀπὸ τὴς μητρὸς Θαήσιος …γείτονες δὲ τῆς ὅλης οἰκίας, βορρᾶ οἰκία Σ… καὶ …καὶ Τβήκιος ἀδελφῶν μου, νότου καὶ ἀπηλιώτου ῥύμη δημοσία, λιβὸς ἑτέρα ῥύμη δημοσία ἐν ᾗ ὁ πυλὼν τῆς οἰκίας, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν καινοῦ ἐν χρυσῷ νομίσματος ταλάντων διακοσίων ἑβδομήκοντα ,ἅπερ ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς πλήρη, ἐφʼ οἷς εὐδοκῶ καὶ πέπεισμαι πρὸς τὸ ἀπὸ τοῦ νῦν σὲ τὸν πριάμενον ἐπικρατεῖν καὶ κυριεύειν τοῦ πεπραμένου σοι μέρους τετάρτου τῆς προκειμένης οἰκίας, καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτοῦ τρόπῳ ᾧ ἐὰν αἱρῇ, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. κυρία ἡ ὁμολογία ἔστω ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμου ὑπογράφοντος καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα ……ρ…το…ν φ… …ση…ε…ει…