Ancient Greek
SB 12 10785
Documentary Papyri, SB 12 10785
Not analysed yet
Ἡρακλείδης Πετεψαίτι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων ἀσπάζομαί σε. ἐδήλωσα τῷ ἀδελφῷ Πολυδεύκῃ περὶ ἐντολικοῦ τοῦτʼ ἔστιν περὶ ὀρνιθίων κ ἐκ δραχμῶν δ τοῦ ἑνὸς ἢ καὶ πρός, καὶ σελιγνίων μεγάλων δραχμῶν κ καὶ μικρῶν δραχμῶν η. ἐὰν οὖν μαθῇς ὅτι οὐκ ἠνέσχετο αὐτὰ ἀγοράσαι απατροβας, δηλαδὴ σὺ αὐτὰ ἀγόρασον καὶ ἐνέγκεις μοι αὐτὰ ἐρχόμενος. ἀλλʼ ὅρα μὴ ἄλλως. ἐνέγκεις δέ μοι θερμίων χοίνικας δ ἐρεβενθίων χοίνικας β καὶ φασηλιων χοίνικας β τήλεως χοίνικας β. ἐρρῶσθαί σε εὔχομαι. …